Sapientia Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- Εἰμὶ μέν κἀγὼ θνητὸς ἴσος ἄπασιν,
- καὶ γηγενοῦς ἀπόγονος πρωτοπλάστου·
- καὶ ἐν κοιλίᾳ μητρὸς ἐγλύφην σὰρξ
615
- δεκαμηνιαίῃ χρόνῳ, παγεὶς ἐν αἵματι [*](B)
- ἐκ σπέρματος ἀνδρὸς καὶ ἡδονῆς ὕπνῳ συνελθούσης·
- καὶ ἐγὼ δέ γενόμενος ἔσπασα τὸν κοινὸν ἀέρα,
- καὶ ἐπὶ τὴν ὁμοιοπαθῆ κατέπεσον γῆν,
- πρώτην φωνὴν τὴν ὁμοίαν πᾶσιν ἴσα κλαίων·
- ἐν σπαργάνοις ἀνετράφην καὶ ἐν φροντίσιν.
- οὐδεὶς γὰρ βασιλεὺς ἑτέραν ἔσχεν γενέσεως ἀρχήν·
- μια δὲ πάντων εἴσοδος εἰς τὸν βίον ἔξοδός τε ἴση.
- διὰ τοῦτο εὐξάμην, καὶ φρόνησις ἐδόθη μοι·
- ἐπεκαλεσάμην, καὶ ἦλθέν μοι πνεῦμα σοφίας.
- προέκρινα αὐτὴν σκήπτρων καὶ θρόνων,
- καὶ πλοῦτον οὐδὲν ἡγησάμην ἐν συγκρίσει αὐτῆς·
- οὐδὲ ὡμοίωσα αὐτῇ λίθον ἀτίμητον,
- ὅτι ὁ πᾶς χρυσὸς ἐν ὄψει αὐτῆς ψάμμος ὀλίγη,
- καὶ ὡς πηλὸς λογισθήσεται ἄργυρος ἐναντίον αὐτῆς·
- ὑπέρ ὑγείαν καὶ εὐμορφίαν ἠγάπησα αὐτήν,
- καὶ προειλόμην αὐτὴν ἀντὶ φωτὸς ἔχειν,
- ὅτι ἀκοίμητον τὸ ἐκ ταύτης φέγγος.