Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Ἀκούσατε οὗν, βασιλεῖς, καὶ σύνετε·
  2. μάθετε, δικασταὶ περάτων γῆς·
  1. ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους
  2. καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν.
  1. ὅτι ἐδόθη παρὰ τοῦ κυρίου ἡ κράτησις ὑμῖν.
  2. καὶ ἡ δυναστεία παρὰ Ὑψίστου,
  3. ὃς ἐξετάσει ὑμῶν τὰ ἔργα καὶ τὰς βουλὰς διεραυνήσει·