Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. δίκαιοι δὲ εἰς τὸν αἰῶνα ζῶσιν,
  2. καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν,
  3. καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ.
  1. διὰ τοῦτο λήμψονται τὸ βασίλειον τῆς εὐπρεπείας
  2. καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου,
  3. ὅτι τῇ δεξιἄ σκεπάσει αὐτούς,
  4. καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
  1. λήμψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ,
  2. καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· |