Sapientia Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- κρείσσων ἀτεκνία μετὰ ἀρετῆς·
- ἀθανασία γάρ ἐστιν ἐν μνήμῃ αὐτῆς,
- ὅτι καὶ παρὰ θεῷ γινώσκεται καὶ παρὰ ἀνθρώποις.
- παροῦσάν τε μιμοῦνται αὐτήν,
- καὶ ποθοῦσιν ἀπελθοῦσαν·
- καὶ ἐν τῷ αἰῶνι στεφανηφοροῦσα πομπεύει,
- τὸν τῶν ἀμιάντων ἄθλων ἀγῶνα νικήσασα.
- πολύγονον δὲ ἀσεβῶν πλῆθος οὐ χρησιμεύσει,
- καὶ ἐκ νόθων μοσχευμάτων οὐ δώσει ῥίζαν εἰς βάθος,
- οὐδὲ ἀσφαλῆ βάσιν ἑδράσει·
- κἂν γὰρ ἐν κλάδοις πρὸς καιρὸν ἀναθάλῃ,
- ἐπισφαλῶς βεβηκότα ὑπὸ ἀνέμου σαλευθήσεται,
- καὶ ὑπὸ βίας ἀνέμων ἐκριζωθήσεται·
- περικλασθήσονται κλῶνες ἀτέλεστοι,
- καὶ ὁ καρπὸς αὐτῶν ἄχρηστος, ἄωρος εἰς βρῶσιν
- καὶ εἰς οὐθὲν ἐπιτήδειος·
- ἐκ γὰρ ἀνόμων ὕπνων τέκνα γεννώμενα
- μάρτυρές εἰσιν πονηρίας κατὰ γονέων ἐν ἐξετασμῷ αὐτῶν.
- δἰκαιος δὲ ἐὰν φθάσῃ τελευτῆσαι. ἐν ἀναπαύσει ἔται
- γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον,
- οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται
- πολιὰ δέ ἐστιν φρόνησις ἀνθρώποις,
- καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος.
- εὐάρεστος τῷ θεῷ γενόμενος ἠγαπήθη,
- καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη·
610
[*](B)- ἡρπάγη, μὴ κακία ἀλλάξ σύνεσιν αὐτοῦ,
- ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
- βασκανία γὰρ φαυλἁητος ἀμαμροῖ τὰ καλά, ⁷
- καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
- τελεωθεὶς ἐν ὀλίγῳ ἐπλήρπνσεν χρόνοαος ωαρούς·
- ἀρεστὴ γὰρ ἧν Κωρίῳ ἡ ψυχὴ αὐτοῦ,
- διὰ τοῦτο ἔαπευσεν ἐκ μέσου πονηρόας.
- αι δὲ λαοὶ δόντες καὶ μὴ νοήσαντες,
- μηδὲ θέντες ἐπὶ δμανοίᾳ τὸ τομοῦτο,
- ὅτι χάρις καὶ ἔλεος ἐν ταῖς ἐκλεκτοῖς αὐταῶ
- καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐποῦ.