Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. οἱ δὲ μετὰ ἑορτασμάτων
  2. εἰσδεξάμενοι τοὺς ἤδη τῶν αὐτῶν μετεσχηκότας δικαίων
  3. δεινοῖς ἐκάκωσαν πόνοις.
  1. ἐπλήγησαν δὲ καὶ ἀορασίᾳ,
  2. ὥσπερ ἐκεῖνοι ἐπὶ ταῖς τοῦ δικαίου θύραις,
  3. ὅτε ἀχανεῖ περιβληθέντες σκότει
  4. ἕκαστος τῶν αὐτοῦ θυρῶν τὴν δίοδον ἐζήτει.
  1. δι᾿ ἑαυτῶν γὰρ τὰ στοιχεῖα μεθαρμοζόμενα,
  2. ὥσπερ ἐν ψαλτηρίῳ φθόγγοι τοῦ ῥυθμοῦ τὸ ὄνομα
  3. διαλλάσσουσιν,
  4. πάντοτε μένοντα ἤχῳ,
  5. ὅπερ ἐστὶν εἰκάσαι ἐκ τῆς τῶν γεγονότων ὄψεως ἀκριβῶς.
  1. χερσαῖα γὰρ εἰς ἔνυδρα μετεβάλλετο,
  2. καὶ νηκτὰ μετέβαινεν ἐπὶ γῆς·
[*](U+05D0AC)[*](10 om μεν C | η γη] om η C | σκνιπα Bᵇ (σκνειπα B*)] σκνιφα U+05D0* σκνιφας U+05D0c.ᵃA (ras 1 vel 2 lilt post φ A?) σιν... C | ανυδρων A | εξηρευξατο] εξη- ρευσατο A εξηρευ... C | πληθος βατραχων] βατραχους U+05D0* (-χων U+05D0c.ᵃ pr πληθος U+05D01?a?ᵐᵍ) 11 ιδον AC | γενεσιν νεαν A 12 ανεβη αυτοις απο θαλασσης] εκ θαλ. ανεβη αυτοις U+05D0 13 γεγονοτων] προγεγονοτων U+05D0ΑC | των κεραυνων] om των ?/c.ᵃ | πονηριαις ουτων U+05D0 | om γαρ 2⁰U+05D0 14 γαρ τους] αρτους Cᵛⁱᵈ ουτοι] αυτοι C 15 αλλ] αλλα C 16 om των ουτων U+05D0 | δικαιων] pr των U+05D0 17 αυτου] εαυτου AC 18 γαρ] δε C | στοιχεια μεθαρμοζομενα] ιχεια μεθαρμο sup ras Aᵃ | δαλασσουσιν U+05D0 | παντοτε] πανια U+05D0c.ᵃ | ηχω] pr εν U+05D0c.ᵃ | οψεως] ς sup ras A 19 ενυδρα] ενεδρα U+05D0* (ενυδρα U+05D0c.ᵃ) | μετα- βαλλετο C | επι γης] εις γην U+05D0* (επι γης U+05D0c.ᵃ))
643
  1. πῦρ ἴσχυσεν ἐν ὕδατι τῆς ἰδίας δυνάμεως,
  2. καὶ ὕδωρ τῆς σβεστικῆς δυνάμεως ἐπελανθάνετο.
  1. φλόγες ἀνάπαλιν εὐφθάρτων ζῴων
  2. οὐκ ἐμάραναν σάρκας ἐμπεριπατούντων,
  3. οὐδὲ τηκτὸν εὔτηκτον κρυσταλλοειδὲς γένος ἀμβροσίας
  4. τροφῆς.
  1. Κατὰ πάντα γάρ, Κύριε, ἐμεγάλυνας τὸν λαόν σου καὶ
  2. ἐδόξασας.
  3. καὶ οὐχ ὑπερεῖδες ἐν παντὶ καιρῷ καὶ τόπῳ
  4. παριστάμενος.