Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. μηδεὶς ἡμῶν ἄμοιρος ἔστω τῆς ἡμετέρας ἀγερωχίας,
  2. πανταχῇ καταλίπωμεν σύμβολα τῆς εὐφροσύνης,
  3. ὅτι αὕτη ἡ μερὶς ἡμῶν καὶ ὁ κλῆρος οὗτος.
  1. καταδυναστεύσωμεν πένητα δίκαιον,
  2. μὴ φεισώμεθα χήρας.
  3. μηδέ πρεσβύτου ἐντραπῶμεν πολιὰς πολυχρονίους·
  1. ἔτῶ δὲ ἡμῶυ ἡ ἰσχὺς νόμος τῆς δικαιοσύνης,
  2. τὸ γὰρ ἀσθενές ἄχρηστον ἐλέγχεται.
  1. ἐνεδρεύσαομεν δὲ τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν,
  2. καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν,
  3. καὶ ὀνειδίζει ἡμῖν ἁμαρτῆματα νόμου,
  4. καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν·