Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὕβρει καὶ βασάνῳ ἐτάσαωμεν αὐτόν,
  2. ἴνα γνῶμεν τὴν ἐπιεικίαν αὐτοῦ
  3. καὶ δικάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ·
  1. ανάτῳ ἀσχήμονι καταδικάσαωμεν αὐτόν,
  2. ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ.
  1. ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν·
  2. ἀπετύφλωσεν γὰρ αὐτοὺς ἡ κακία αὐτῶν,
  1. καὶ οὐκ ἔγνωσαν μυστήρια αὐτοῦ,
  2. οὐδὲ μισθὸν ἤλπισαν ὁσιότητος,
  3. οὐδὲ ἔκριναν γέρας ψυχῶν ἀμώμων.
  1. ὅτι ὁ θεὸς ἔκτισεν τὸν ἄνθρωπον ἐπʼ ἀφθαρσίᾳ,
  2. καὶ εἰκόνα τῆς ἰδίας ἰδιότητος ἐποίησεν αὐτόν
  1. φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον,
  2. πειράζουσιν δὲ αὐτὸν οἱ τῆς ἐκεἰνου μερίδος ὄντες.