Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Εἶπον γὰρ ἐν ἑαυτοῖς λογισάμενοι οὐκ ὁρθῶς
  2. Ολίγος ἐστὶν καὶ λυπηρὸς ὁ βίος ἡμῶν,
  3. καὶ οὐκ ἔστιν ἴασις ἐν τελευτῇ ἀνθρώπου,
  4. καὶ οὐκ ἐγνώσθη ὁ ἀναλύσας ἐξ ᾅδου
  1. ὅτι αὐτοσχεδίως ἐγενήθημεν,
  2. καὶ μετὰ τοῦτο ἐσόμεθα ὡς οὐχ ὑπάρξαντες·
  3. ὅτι καπνὸς ἡ πνοὴ ἐν ῥισὶν ἡμῶν,
  4. καὶ ὁ λόγος σπινθὴρ ἐν κινήσει καρδίας ἡμῶν,
  1. οἶ πβεσθέντος τέφρα ἀποβήσεται τὸ σῶμα,
  2. [*](9 αυτου U+05D0 10 ους] ου U+05D0* (ς ins U+05D0¹) 11 λαθραιον (-θρεο) U+05D0A Bᵃ? | κενον] καινον U+05D0Α | om ου πορ. U+05D0 (hab U+05D0c.a) 12 pr εν A 13 απωλεια (-λια U+05D0)] αγγελεια A 14 εκτισεν γαρ εις) εκτισεν εις U+05D0 (improb ου γαρ, εις U+05D0¹) | ειναι] ειν sup ras B¹ frot | γεν ουτε] ουδε A | γης] pr της A 16 προσεκαλεσατο B*ᵛⁱᵈ (-σαν) II 2 εγεννηθημεν BᵃᵇbabU+05D0A | υπαρξαντες] υπαρχοντες U+05D01?a⁽ᵛιᵈ) | ε2 ν ρισ U+05D0* (η πν. εν ρ. Bᵃ) 3 σβενθεντος U+05D0 σβενσθ. A)
    606
    [*](B)
  3. καὶ τὸ πνεῦμα δαχυθήσεται ὡς χαῦνος ἀὴρ.
  1. καὶ τὸ ὄνομα ἡμῶν ἐπιλησθήσεται ἐν χρόνᾳῃ,
  2. καὶ οὐθεὶς μνημονεύσει τῶν ἔργων ἡμῶν·
  3. καὶ παρελεύσεται ὁ βίος ἡμῶν ὡς ἴχνη νεφέλης,
  4. καὶ ὡς ὁμίχλη διασκεδασθήσεται
  5. διωχθεῖσα ὑπὸ ἀκτίνων ἡλίου
  6. καὶ ὑπὸ θερμότητος αὐτοῦ βαρυνθεῖσα.
  1. σκιᾶς γὰρ πάροδος ὁ βίος ἡμῶν.
  2. καὶ οὐκ ἔστιν ἀναποδισμὸς τῆς τελευτῆς ἡμῶν,
  3. ὅτι κατεσφραγίσθη, καὶ οὐδεὶς ἀναστρέφει.
  1. δεῦτε οὖν καὶ ἀπολαύσωμεν τῶν ὄντων ἀγαθῶν,
  2. καὶ χρησώμεθα τῇ κτίσει ὡς νεότητι σπουδαίως·
  1. οἴνου πολυτελοῦς καὶ μύρσων πλησθῶμεν,
  2. καὶ μὴ παροδευσάτω ἡμᾶς ἄνθος ἀέρος·
  1. στεψώμεθα ῥόδων κάλυξιν πρὶν ἢ μαρανθῆναι
  1. μηδεὶς ἡμῶν ἄμοιρος ἔστω τῆς ἡμετέρας ἀγερωχίας,
  2. πανταχῇ καταλίπωμεν σύμβολα τῆς εὐφροσύνης,
  3. ὅτι αὕτη ἡ μερὶς ἡμῶν καὶ ὁ κλῆρος οὗτος.
  1. καταδυναστεύσωμεν πένητα δίκαιον,
  2. μὴ φεισώμεθα χήρας.
  3. μηδέ πρεσβύτου ἐντραπῶμεν πολιὰς πολυχρονίους·
  1. ἔτῶ δὲ ἡμῶυ ἡ ἰσχὺς νόμος τῆς δικαιοσύνης,
  2. τὸ γὰρ ἀσθενές ἄχρηστον ἐλέγχεται.
  1. ἐνεδρεύσαομεν δὲ τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν,
  2. καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν,
  3. καὶ ὀνειδίζει ἡμῖν ἁμαρτῆματα νόμου,
  4. καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν·
  1. ἐπαγγέλλεται γνῶσιν ἔχειν θεοῦ,
  2. καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει·
  1. ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν·
  2. βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος.
[*](U+05D0A)[*](4 μνημονευει U+05D0 -σ σει U+05D0c.a) 5 βιος B*Aᵃ καιρος BᵃᵇU+05D0A | ανταπο δισμος U+05D0 | κατεσφραγισθη και ουδεις] φραγισθη και ου sup ras Aᵃ 3 6 om και 1⁰ A | κτησει A v νεοτητος U+05D0 (-τει U+05D0c.a) A 7 ημας] με B (ημ. U+05D0c.a) | αερος] εσρος A 8 καλυξι U+05D0A 9 εστω] εστε U+05D0 | αγερωχιας adnot υψηλοφρονιας Bᵃmg | καταλειπωμεν A | ουτος] ημων A 10 πρεσ- βυτου] πρεθβυτερου A 12 om δε U+05D0* (hab U+05D0c.a) A | αμαρτηματα]8 pr τα U+05D0 επ| επιφημιζεται Bᵃᵇ π παιδιας U+05D0A)
607
  1. ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ,
  2. [*](B)
  3. καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ·
  1. εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ,
  2. καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν ὡς ἀπὸ ἀκαθαρσιῶν·
  3. μακαρίζει ἔσχατα δικαίων,
  4. καὶ ἀλαζονεύεται πατέρα θεόν.
  1. ἴδωμεν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς,
  2. καὶ πειράσαωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ.
  1. εἰ γάρ ἐστίν ὁ δίκαιος υἱὸς θεοῦ, ἀντιλήμψεται αὐτοῦ,
  2. καὶ ῥύσεται αὐτὸν ἐκ χειρὸς ἀνθεστηκότων.
  1. ὕβρει καὶ βασάνῳ ἐτάσαωμεν αὐτόν,
  2. ἴνα γνῶμεν τὴν ἐπιεικίαν αὐτοῦ
  3. καὶ δικάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ·
  1. ανάτῳ ἀσχήμονι καταδικάσαωμεν αὐτόν,
  2. ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ.