Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. *ἢ κτύπος ἀπηνὴς καταριπτομένων πετρῶυ,
  2. ἡ σκιρτώνταον ζῴων δρόμος ἀθεώρητος,
  3. ἡ ὠρυομένων ἀπηνεστάτων θηρίων φωνή,
  4. ἢ ἀντανακλωμένη ἐκ κοιλότητος ὀρέων ἠχώ,
  5. παρέλυσεν αὐτοὺς ἐκφοβοῦντα.
  1. ὅλος γὰρ ὁ κόσμος λαμπρῷ κατελάμπετο φωτί,
  2. καὶ ἀνεμποδίστοις συνείχετο ἔργοις·
  1. μόνοις δὲ ἐκείνοις ἐπέτατο βαρεῖα νύξ,
  2. εἰκὼν τοῦ μέλλοντος αὐτοὺς διαδέχεσθαι σκότους,
  3. ἑαυτοῖς δὲ ἦσαν βαρύτεροι σκότους.
  1. τοῖς δὲ ὁσίοις σου μέγιστον ἦν φῶς.
  2. ὧν φωνὴν ἀκούοντες μορφὴν δὲ οὐχ ὁρῶντες,
  3. ὅτι μὲν οὖν κἀκεῖνοι ἐπεπόνθεισαν, ἐμακάριζον·
  1. ὅτι δʼ οὐ βλάπτουσιν προηδικημένοι, εὐχαριστοῦσιν,
  2. καὶ τοῦ διενεχθῆναι χάριν ἐδέοντο.
  1. ἀνθʼ ὧν πυριφλεγῆ στύλον,
  2. ὁδηγὸν μὲν ἀγνώστου ὁδοιπορίας,
  3. ἥλιον δὲ ἀβλαβῆ φιλοτίμου ξενιτείας παρέσχες
  1. ἄξιοι μὲν γὰρ ἐκεῖνοι στερηθῆναι φωτὸς καὶ φυλακισθῆναι σκότει,
  2. [*](U+05D0AC)[*](16 ειρκτην] τῆ| non inst Bb 17 ην τις η] τις ην U+05D0*C τις ην η U+05D0c.ᵃ | ερημιας U+05D0 | δυσαλυκτον] adnot δυσφευκτον Bᵃ ᵐᵍ δυσαληκτον U+05D0* (.λυκτον U+05D0c.ᵃ postea restit ληκτον) A sup ras rescr aliq C 18 συριζον] διασυριζον U+05D0* (improb δια U+05D0?) | αμφιλαφεις] αμφις U+05D0* (- φιλαφις U+05D0c.ᵃ α. c.c) | ορνεων] pr η A 19 ζωων] incep τ U+05D0* (improb τ U+05D0¹) | απηνεστατων θηριων] θηριων απηνεστατων U+05D0 απηνεστατος θηριων A | παρελυεν A | .εκφοβουντα] εκφο- βουσα U+05D0c.c 21 εκεινοις] επκεινοις U+05D0* (improb π U+05D0¹ postea ras) | επε. τατο] επεκειτο U+05D0 | αυτους] αυτου U+05D0* ( τους U+05D0 c.ᵃ) ΧVI II 1 ων] ην U+05D0c.ᵃ | φωνην] + μεν Bᵃᵇ U+05D0A | ουν] ου A 2 δ] δε Bᵃᵇ U+05D0c.ᵃA | βλαπτουσν (-σι A)] βλαστουσν U+05D0* βλεπουσιν U+05D0c.ᵃ | ηυχαριστουν A | εδεοντο] οδοντων U+05D0* (εδ. U+05D0c.ᵃ) 3 οδηγον] ολιγον U+05D0* (οδ. U+05D0c.ᵃ) | φιλοτιμου ξενιτειας (-τιας B*A -τειας Bᵃᵇ)] φιλοτιμιας U+05D0* (φ. ξεν. U+05D0c.ᵃ) | παρεσχε) U+05D0* (σχες U+05D0c.ᵃ) 4 εκεινου A | σκοτει] pr εν Bᵃᵇ σκοτους U+05D0* (-τηὶ U+05D0c.ᵃ(vid)c.c))
    639
  3. οἱ κατακλείστους φυλάξαντες τοὺς υἱούς σου,
  4. [*](B)
  5. δι᾿ ὧν ἤμελλεν τὸ ἄφθαρτον νόμου φῶς τῷ αἰῶνι δίδοσθαι.
  1. βουλευσαμένους αὐτοὺς τὰ τῶν ὁσίων ἀποκτεῖναι νήπια,
  2. καὶ ἑυὸς ἐκτεθέντος τέκνου καὶ σωθέντος,
  3. εἰς ἔλεγχον τὸ αὐτῶν ἀφείλω πλῆθος τέκνων,
  4. καὶ ὁμοθυμαδὸν ἀπώλεσας ἐν ὕδατι σφοδρῷ.
  1. ἐκείνη ἡ νὺξ προεγνώσθη πατράσιν ἡμῶν,
  2. ἵνα ἀσφαλῶς εἰδότες οἶς ἐπίστευσαν ὅρκοις ἐπευθυμήσωσιν.