Sapientia Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἢ ζῴῳ τινὶ εὐτελεῖ ὡμοίωσεν αὐτό,
- καταχρίσας μίλτῳ καὶ φύκει ἐρυθήνας χρόαν αὐτοῦ,
- καὶ πᾶσαν κηλῖδα τὴν ἐν αὐτῷ καταχρίσας,
- καὶ ποιήσας αὐτῷ αὐτοῦ ἄξιον οἴκημα,
- ἐν τοίχῳ ἔθηκεν αὐτὸ ἀσφαλισάμενος σιδήρῳ.
- ἵνα μέν οὗν μὴ καταπέσῃ προενόησεν αὐτοῦ,
- εἰδὼς ὅτι ἀδυνατεῖ ἑαυτῷ βοηθῆσαι,
- καὶ γάρ ἐστιν εἰκὼν καὶ χρείαν ἔχει βοηθείας.
- περὶ δὲ κτημάτων καὶ γάμων αὐτοῦ καὶ τέκνων προσευχόμενος
- οὐκ αἰσχύνεται τῷ ἀψύχῳ προσλαλῶν·
- καὶ περὶ μὲν ὑγείας τὸ ἀσθενὲς ἐπικαλεῖται,
- περὶ δὲ ζωῆς τὸ νεκρὸν ἀξιοῖ,
- περὶ δὲ ἐπικουρίας τὸ ἀπειρότατον ἱκετεύει,
- περὶ δὲ ὁδοιπορίας τὸ μηδὲ βάσει χρῆσθαι δυνάμενον,
- περὶ δὲ πορισμοῦ καὶ ἐργασίας καὶ χειρῶν ἐπιτυχίας
- τὸ ἀδρανέστατον ταῖς χερσὶν εὐδράνειαν αἰτεῖται.
629
- Πλοῦν τις πάλιν στελλόμενος καὶ ἄγρια μέλλων διοδεύειν [*](Β)
- κύματα
- τοῦ φέροντος αὐτὸν πλοίου σαθρότερον ξύλον ἐπιβοᾶται.
- ἐκεῖνο μὲν γὰρ ὄρεξις πορισμῶν ἐπενόησεν,
- τεχνῖτις δὲ σοφία κατεσκεύασεν·
- ἡ δὲ σή, πάτερ, διακυβερνᾷ πρόνοια,
- ὅτι ἔδωκας καὶ ἐν θαλάσσῃ ὁδὸν
- καὶ ἐν κύμασι τρίβον ἀσφαλῆ,
- δεικνὺς ὅτι δύνασαι ἐκ παντὸς σώζειν,
- ἴνα κἂν ἄνευ τέχνης τις ἐπιβῇ.
- θέλεις δὲ μὴ ἀργὰ εἶναι τὰ τῆς σοφίας σου ἔργα·
- διὰ τοῦτο καὶ ἐλαχίστῳ ξύλῳ πιστεύουσιν ἄνθρωποι ψυχάς.
- καὶ διελθόντες κλύδωνα σχεδίᾳ διεσώθησαν.
- καὶ ἀρχῆς γὰρ ἀπολλυμένων ὑπερηφάνων γιγάντων,
- ἡ ἐλπὶς τοῦ κόσμου ἐπὶ σχεδίας καταφυγοῦσα
- ἀπέλιπεν τῷ αἰῶνι σπέρμα γενέσεως, τῇ σῇ κυβερνηθεῖσα
- εὐλόγηται γὰρ ξύλον δι᾿ οὗ γίνεται δικαιοσύνη·
- τὸ χειροποίητον δέ, ἐπικατάρατον αὐτὸ καὶ ὁ ποιήσας αὐτό,
- ὅτι ὁ μὲν ἠργάζετο, τὸ δὲ φθαρτὸν θεὸς ὠνομάσθη.
- ἐν ἴσῳ γὰρ μισητὰ θεῷ καὶ ὁ ἀσεβῶν καὶ ἡ ἀσέβεια αὐτοῦ·
- καὶ γὰρ τὸ πραχθὲν σὺν τῷ δράσαντι κολασθήσεται.
- διὰ τοῦτο καὶ ἐν εἰδώλοις ἐθνῶν ἐπισκοπὴ ἔσται,
- ὅτι ἐν κτίσματι θεοῦ εἰς βδέλυγμα ἐγενήθησαν
- καὶ εἰς σκάνδαλα ψυχαῖς ἀνθρώπων
- καὶ εἰς παγίδα ποσὶν ἀφρόνων.
- Ἀρχὴ γὰρ πορνείας ἐπίνοια εἰδώλων, εὑρέσεις δὲ αὐτῶν φθορὰ
- ξωῆς.
- οὔτε γὰρ ἦν ἀπʼ ἀρχῆς, οὔτε εἰς τὸν αἰῶνα ἔσται·
- κενοδοξίᾳ γὰρ ἀνθρώπων εἰσῆλθεν εἰς κόσμον.
- καὶ διὰ τοῦτο σύντομον αὐτῶν τέλος ἐπενοήθη.