Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἵνα ἀξίαν ἀποικίαν δέξηται θεοῦ παίδων
  2. ἡ παρὰ σοὶ πασῶν τιμιωτάτη γῆ.
  1. ἀλλὰ καὶ τούτων ὡς ἀνθρώπων ἐφείσω,
  2. ἀπέστειλάς τε προδρόμους τοῦ στρατοπέδου σου σφῆκας,
  3. ἵνα αὐτοὺς κατὰ βραχὺ ἐξολεθρεύσωσιν·
  1. οὐκ ἀδυνατῶν ἐν παρατάξει ἀσεβεῖς δικαίοις ὑποχειρίους δοῦναι,
  2. ἢ θηρίοις δεινοῖς, ἢ λόγῳ ἀποτόμῳ ὑφʼ ἓν ἐκτρῖψαι
  1. κρίνων δὲ κατὰ βραχὺ ἐδίδους τόπον μετανοίας, ¶ ¶C
  2. οὐκ ἀγνοῶν ὅτι πονηρὰ ἡ γένεσις αὐτῶν
  3. καὶ ἔμφυτος ἡ κακία αὐτῶν,
  4. καὶ ὅτι οὐ μὴ ἀλλαγῇ ὁ λογισμὸς αὐτῶν εἰς τὸν αἰῶνα,
  1. σπέρμα γὰρ ἦν κατηραμένον ἀπʼ ἀρχῆς·
  2. οὐδὲ εὐλαβούμενός τινα ἐφʼ οἷς ἡμάρτανον ἄδειαν ἐδίδους.
  1. τίς γὰρ ἐρεῖ Τί ἐποίησας; ἢ τίς ἀντιστήσεται τῷ κρίματί σου;
  2. τίς δὲ ἐκαλέσει σοι κατὰ ἐθνῶν ἀπολωλότων, ἃ σὺ ἐποίησας;
  3. ἢ τίς εἰς κατάστασίν σοι ἐλεύσεται ἔκδικος κατὰ ἀδίκων ἀν-
  4. θρώπων;
  1. οὔτε γὰρ θεός ἐστιν πλὴν σοῦ, ᾧ μέλει περὶ πάντων,
  2. ἵνα δείξῃς ὅτι οὐκ ἀδίκως ἔκρινας·