Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὅτε γὰρ ἐπειράσθησαν, καίπερ ἐν ἐλέει παιδευόμενοι,
  2. ἔγνωσαν πῶς ἐν ὀργῇ κρινόμενοι ἀσεβεῖς ἐβασανίζοντο·
  1. τούτους μὲν γὰρ ὡς πατὴρ νουθετῶν ἐδοκίμασας,
  2. ἐκείνους δὲ ὡς ἀπότομος βασιλεὺς καταδικάζων ἐξήτασας.
  1. καὶ ἀπόντες δὲ καὶ παρόντες ὁμοίως ἐτρύχοντο·
  1. διπλῆ γὰρ αὐτοὺς ἔλαβεν λύπη
  2. καὶ στεναγμὸς μνημῶν τῶν παρελθουσῶν.
  1. ὅτε γὰρ ἤκουσαν διὰ τῶν ἰδίων κολάσεων
  2. εὐεργετουμένους αὐτούς, ᾔσθοντο τοῦ κυρίου.
  1. τὸν γὰρ ἐν ἐκθέσει πάλαι ῥιφέντα ἀπεῖπον χλευάζοντες·
  2. ἐπὶ τέλει τῶν ἐκβάσεων ἐθαύμασαν,
  3. οὐχ ὅμοια δικαίοις διψήσαντες.