Sapientia Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- διὰ τοῦτο δίκαιοι ἐσκύλευσαν ἀσεβεῖς,
- καὶ ὕμνησαν, Κύριε, τὸ ὄνομα τὸ ἅγιόν σου,
- τήν τε ὑπέρμαχόν σου χεῖρα ᾔνεσαν ὁμοθυμαδόν·
- ὅτι ἡ σοφία ἤνοιξεν στόμα κωφῶν,
- καὶ γλώσσας νηπίων ἔθηκεν τρανάς.
- Εὐόδωσεν τὰ ἔργα αὐτῶν ἐν χειρὶ προφήτου ἁγίου.
- διώδευσαν ἔρημον ἀοίκητον,
- καὶ ἐν ἀβάτοις ἔπηξαν σκηνάς·
- ἀντέστησαν πολεμίοις, καὶ ἠμύναντο ἐχθρούς.
- ἐδίψησαν καὶ ἐπεκαλέσαντό σε,
- καὶ ἐδόθη αὐτοῖς ἐκ πέτρας ἀκροτόμου ὕδωρ,
- καὶ ἴαμα δίψης ἐκ λίθου σκληροῦ.
- δι᾿ ὧν γὰρ ἐκολάσθησαν οἱ ἐχθροὶ αὐτῶν, [*](U+05D0AC)[*](14 αυτου] αυτον U+05D0c.a C 15 ερυσατο AC 16 ανεστη U+05D0* (αντεστη U+05D0c.a) | βασιλευς U+05D0 βασιλευσι AC 17 μισθον οσιοις A | αυτων] αυτου U+05D0* (-των U+05D0c.a) C |φλογας U+05D0 |αστερων U+05D0c.aAC 18 θαλασσαν] pr εις U+05D0C| δι] δια U+05D0 19 αυ- των] αυτου C | κατεκλυσεν] κατεπαυσε| U+05D0* (κατεκλ. U+05D0c.a) κατεκλυσα| A | εκ βαθους] εκ θαμβους U+05D0* (εκ β. U+05D0c.a) | om αβυσσου U+05D0 | ανεβρασεν] αβρασεν U+05D0* (ανεβρ. U+05D0¹) διεβιβασεν C | αυτους] +εισηλθεν εις ψυχην θεραποντος κυ)| και αντεστηβασιλευσιν φοβε|ροις εν τερασιν και σημιοις| U+05D0* (unc incl U+05D0c.a) 20 τε δε C | χειραν U+05D0C 21 εθηκε C XI 1 ευωδωσεν Bᵃᵇ | αυτων] αυτου A | προφητων αγιων A 3 εχθρους ημυναντο BaU+05D0AC)
- (⁶)διὰ τούτων αὐτοὶ ἀποροῦντες εὐεργετήθησαν.
623
- ἀντὶ μὲν πηγῆς ἀενάου ποταμοῦ
- αἵματι λυθρώδει ταραχθέντες
- εἰς ἔλεγχον νηπιοκτόνου διατάγματος,
- ἔδωκας αὐτοῖς δαψιλὲς ὕδωρ ἀνελπίστως, 8 δείξας
- διὰ τοῦ τότε δίψους πῶς τοὺς ὑπεναντίους ἐκόλασας.
- ὅτε γὰρ ἐπειράσθησαν, καίπερ ἐν ἐλέει παιδευόμενοι,
- ἔγνωσαν πῶς ἐν ὀργῇ κρινόμενοι ἀσεβεῖς ἐβασανίζοντο·
- τούτους μὲν γὰρ ὡς πατὴρ νουθετῶν ἐδοκίμασας,
- ἐκείνους δὲ ὡς ἀπότομος βασιλεὺς καταδικάζων ἐξήτασας.
- καὶ ἀπόντες δὲ καὶ παρόντες ὁμοίως ἐτρύχοντο·
- διπλῆ γὰρ αὐτοὺς ἔλαβεν λύπη
- καὶ στεναγμὸς μνημῶν τῶν παρελθουσῶν.
- ὅτε γὰρ ἤκουσαν διὰ τῶν ἰδίων κολάσεων
- εὐεργετουμένους αὐτούς, ᾔσθοντο τοῦ κυρίου.
- τὸν γὰρ ἐν ἐκθέσει πάλαι ῥιφέντα ἀπεῖπον χλευάζοντες·
- ἐπὶ τέλει τῶν ἐκβάσεων ἐθαύμασαν,
- οὐχ ὅμοια δικαίοις διψήσαντες.
- ἀντὶ δὲ λογισμῶν ἀσυνέτων ἀδικίας αὐτῶν,
- ἐν οἷς πλανηθέντες ἐθρήσκευον ἄλογα ἑρπετὰ καὶ κνώδαλα
- εὐτελῆ,
- ἐπαπέστειλας αὐτοῖς πλῆθος ἀλόγων ζῴων εἰς ἐκδίκησιν,
- ἵνα γνῶσιν ὅτι δι᾿ ὧν τις ἁμαρτάνει, διὰ τούτων
- κολάζεται.
- οὐ γὰρ ἠπόρει ἡ παντοδύναμός σου χεὶρ
- καὶ κτίσασα τὸν κόσμον ἐξ ἀμόρφου ὕλης
- ἐπιπέμψαι αὐτοῖς πλῆθος ἄρκων ἢ θρασεῖς λέοντας.