Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- χθιζοὶ γάρ ἐσμεν καὶ οὐκ οἴδαμεν,
- σκιὰ γάρ ἐστιν ἡμῶν ἐπὶ τῆς γῆς ὁ βὰὡς.
- ἢ οὐχ οὗτοί σε διδάξουσιν καὶ ἀναγγελονσιν,
- καὶ ἐκ καρδίας ἐξάξουσιν ῥήματα ;
- μὴ θάλλει πάπυρος ἄνευ ὕδατος;
- ἢ ὑψανθήσεται βάύτομον ἄνευ πότου;
- ἔτι ὃν ἐπὶ ῥίζης. καὶ οὐ μὴ θερωρθῆ
- πρὸ τοῦ πιεῖν πᾶσα βοτάνη οὐχὶ ξηραίνεται;
- οὕτως τοίνυν ἔσται τὰ ἔσχατα πάντων τῶν ἐπιλανθανομένων
- τοῦ κυρὰυ·
- ἐλπὶς γὰρ ἀσεβοῦς ἀπολεἰται.
535
- ἀοίκητος γὰρ αὐτοῦ ἔσται ὁ οἶκος, [*](B)
- ἀράχνη δὲ αὐτοῦ ἀποβήσεται ἡ σκηνή.
- ἐὰν ὑπερείσῃ τὴν οἰκίαν αὐτοῦ, οὐ μὴ στῇ·
- ἐπιλαβομένου δὲ αὐτοῦ οὐ μὴ ὑπομείνῃ·
- ὑγρὸς γάρ ἐστιν ὑπὸ ἡλίου,
- καὶ ἐκ σαπρίας αὐτοῦ ὁ ῤάδαμνος αὐτοῦ ἐξελεύσεται.
- ἐπὶ συναγωγὴν λίθων κοιμᾶται,
- ἐν δὲ μέσῳ χαλίκων ζήσεται.
- ἐὰν καταπίῃ, ὁ τόπος ψεύσεται αὐτόν·
- οὐχ ἑόρακας τοιαῦτα.
- ὅτι καταστροφὴ ἀσεβοῦς τοιαύτη,
- ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει
- ὁ γὰρ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον,
- πᾶν δὲ δῶρον ἀσεβοῦς οὐ δέξεται.
- ἀληθινῶν δὲ στόμα ἐμπλήσει γέλωτος,
- τὰ δὲ χείλη αὐτῶν ἐξομολογήσεως·
- οἱ δὲ ἐχθροὶ αὐτῶν ἐνδύσονται αἰσχύνην.
- δἰαιτα δὲ ἀσεβοῦς οὐκ ἔσται
- ῾γπολαβὼν δὲ Ἰὼβ λέγει
- Ἐπ᾿ ἀληθεἰς οἶδα ὅτι οὕτως ἐστίν.
- πῶς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ Κυρίῳ;
- ἐὰν γὰρ βούληται κριθῆναι αὐτῷ,
- οὐ μὴ ὑπακούσῃ αὐτῷ,
- ἳνα μὴ ἀντείπῃ πρὸς ἔνα λόγον αὐτοῦ ἐκ χιλίων.
- σοφὸς γάρ ἐστιν διανοίᾳ, κραταιός τε καὶ μέγας·
- τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν;
- ὁ παλαιῶν ὄρη, οὐκ οἴδασιν,
- ὁ καταστρέφων αὐτὰ ὀργῇ·