Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου· ὥσσερ χειμάρρους ἐκλείπων.
  2. ἢ ὥσπερ κῦμα παρῆλθόν με·
  1. οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπεπτώκασίν μοι ὥσπερ χιὼν
  2. ἢ κρύσταλλος πεπηγώς·
  1. καθὼς τακεῖσα θέρμης γενομένης οὐκ ἐπεγνώσθη ὅπερ ἦν·
  1. οὓτως κἀγὼ κατελείφθην ὑπὸ πάντων,
  2. ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην.
  1. ἴδετε ὁδοὺς Θαιμανῶν.
  2. ἀτραποὐς Σαβῶν οἱ διορῶντες·
  1. καὶ αἰσχύνην ὀφειλήσουσιμν
  2. οἱ ἐπὶ πόλεσιν καὶ χρήμασιν πεποιθότες.
  1. ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως.
  2. ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε.