Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἀπὸ προστάγματος Κυρίου ἀπολοῦνται,
- ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται.
- σθένος λέοντος, φωνὴ δὲ λεαίνης,
- γαυρίαμα δέ δρακόντων ἐσβέσθη.
- μυρμηκολέων ὤλετο· παρὰ τὸ μὴ ἔχειν βοράν,
- σκύμνοι δὲ λεόντων ἔλιπον ἀλλήλους.
- εἰ δέ τι ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου,¶ [*](¶C)
- οὐθὲν ἄν σοι τούτων κακὸν ἀπήντησεν.
- πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρʼ αὐτοῦ
- φόβος δὲ καὶ ἠχὼ νυκτερινή.
- ἐπιπίπτων φόβος ἐπʼ ἀνθρώπους,
- φρίκη μοι συνήντησεν καὶ τρόμος,
- καὶ μεγάλως μου τὰ ὀστᾶ διέσεσεν,
- καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν,
- ἔφριξαν δέ μου τρίχες καὶ σάρκες.
- ἀνέστην, καὶ οὐκ ἐπέγνων·
- ἴδον, καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου.
- ἀλλ᾿ ἣ αδραν καὶ φωνὴν ἤκουον
- Τί γάρ ; μὴ καθαρὸς ἔσται βροτὸς ἐναντίον τοῦ κυρίου
- ἣ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ;
- εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει,
- κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν·
- τοὺς δὲ κατοικοῦντας οἰκίας πηλίνας, [*](5 νυν] νυνι AC | συ] +δε U+05D0AC | εσπουδακας A 6 ουχ] ουχι A U+05D0AC |τις] οτι ουδις A | ολορριζοι Bᵇ(viᵈ) U+05D0 ειδον U+05D0C | αροτριουντας C | θερι- ουσιν C | εαυτοις] εν αυτοις A 10 σθενος] δυναμις· ισχυς Bᵃᵐᵍ | καυριαμα εσβεσθη] εσβηθη C 11 βοραν] βορραν AC | ελειπον A | αλληλος C ουδεν A | om σοι A | κακων A | απηντησεν] συνηντησεν μοι A | ποτερον] 4| ουν A | μου] σου A | ους] +μου A | εξαισια] +εξεσιοι γαρ A 13 φοβος ] φοβω BU+05D0* φοβοι A | om δε A 14 φρικη] + δε U+05D0A | διεσεισεν] συν- | ισεν U+05D0Aᵃ? συνεπεσε| A* 16 ανεστην] pr και A | ειδον U+05D0 17 εναν- ον του κυριου]¹ ενοντι κυ U+05D0A 19 τους δε] εα δε τους A)
- ἐξ ὦν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν,
- ἔπαισεν αὑτοὺς σητὸς τρόπον.
528
[*](B)- καὶ ἀπὸ πρωίθεν μέχρι ἑσπέρας οὐκέτι εἰσίν,
- παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι ἀπώλοντο.
- ἐνεφύσησεν γὰρ αὐτοῖς καὶ ἐξηράνθησαν,
- ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν.
- ἐπικάλεσαι δέ, εἴ τίς σοι ὑπακούσεται,
- ἢ εἲ τινα ἀγγέλων ἁγίων ὄψῃ.
- καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή.
- πεπλανημένον δὲ θανατοῖ ζῆλος.
- ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζαν βάλλοντας.
- ἀλλ᾿ εὐθέως ἐβρώθη αὐτῶν ἡ δίαιτα.
- πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας,
- κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων, καὶ οὐκ ἔσται ὁ
- ἐξαιρούμενος.