Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐνεφύσησεν γὰρ αὐτοῖς καὶ ἐξηράνθησαν,
  2. ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν.
  1. ἐπικάλεσαι δέ, εἴ τίς σοι ὑπακούσεται,
  2. ἢ εἲ τινα ἀγγέλων ἁγίων ὄψῃ.
  1. καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή.
  2. πεπλανημένον δὲ θανατοῖ ζῆλος.
  1. ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζαν βάλλοντας.
  2. ἀλλ᾿ εὐθέως ἐβρώθη αὐτῶν ἡ δίαιτα.
  1. πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας,
  2. κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων, καὶ οὐκ ἔσται ὁ
  3. ἐξαιρούμενος.
  1. ἃ γὰρ ἐκεῖνοι συνήγαγον, δίκαιωρι ἔδονται,
  2. αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαίρετοι ἔσσυται·
  3. ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχύς.
  1. οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ τῆς γῆς κόπος,
  2. οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος·