Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Μετὰ δὲ τὸ παύσασθαι Ἐλιοῦν τῆς λέξεως εἶπεν ὁ κύριος τῷ
  2. Ἰὼβ διὰ λαἰλαπος καὶ νεφῶν
  1. Τἰς οὗτος ὁ κρύπτων με βουλήν,
  2. συνέχων δὲ ῥήματα ἐν καρδία, ἐμὲ δὲ οἴεται κρύπτειν;
  1. ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου.
  2. ἐρωτήσω δέ, σὺ δέ μοι ἀποκρίθητι.
  1. ποῦ ἧς ἐν τῷ θεμελιοῦν με τὴν γῆν;
  2. ἀπάγγειλον δέ μοι, εἰ ἐπίστῃ σύνεσιν.