Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- καὶ ἐὰν συνῇ ἀπεκτάσεις νεφέλης, ἰσότητα σκηνῆς αὐτοῦ,
- ἰδοὸ ἐκτενεῖ ἐπʼ αὐτὸν ἡ ᾠδή,
- καὶ ῥιζώματα τῆς θαλάσσης ἐκάλυψεν.
- ἐν γὰρ αὐτοῖς κρινεῖ λαούς,
- δώσει τροφὴν τῷ ἀκούοντι.
- ἐπὶ χειρῶν ἐκάλυψεν φῶς,
- καὶ ἐνετείλατο περὶ αὐτῆς ἐν ἀπαντῶντι·
- ἀναγγελεῖ περὶ αὐτοῦ φίλον αὐτοῦ·
- Κύριος κτῆσις καὶ περὶ ἀδικίας.
- καὶ ταύτης ἐταράχθη ἡ καρδία μου
- καὶ ἀπερρύη ἐκ τοῦ τόπου αὐτῆς.
- ἄκουε ἀκοὴν ἐν ὀργῇ θυμοῦ Κυρίου.
- καὶ μελέτη ἐκ στόματος αὐτοῦ ἐξελεύσεται.
- ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἀρχὴ αὐτοῦ,
- καὶ τὸ φῶς αὐτοῦ ἐπὶ πτερύγων τῆς γῆς.
- ὀπίσω αὐτοῦ βοήσεται φωνῇ.
- βροντήσει ἐν φωνῇ ὕβρεως αὐτοῦ·
- καὶ οὐκ ἀνταλλάξει αὐτούς, ὅτι ἀκούσῃ φωνὴν αὐτοῦ.
- βροντήσει ὁ ἰσχυρὸς ἐν φωνῇ αὐτοῦ θαυμάσια,
- ἐποἰησεν γὰρ μεγάλα ἃ οὐκ ἤδειμεν·
- συντάσσων χιόνι Γἰνου ἐπὶ τῆς γῆς.
- καὶ χειμὼν ὑετός, καὶ χειμὼν ὑετῶν δυναστείας αὐτοῦ.
- ἐν χειρὶ παντὸς ἀνθρώπου κατασφραγίζει,
- ἴνα γνῷ πᾶς ἄνθρωπος τὴν ἑαυτοῦ ἀσθένειαν.
- εοῆλθεν δὲ θηρία ὑπὸ σκέπην.
- ἡσύχασαν δὲ ἐπὶ κοίτης.
590
[*](B)- ἐκ ταμείων ἐπέρχονται ὀδύναι,
- ἀπὸ δὲ ἀκρωτηρίων ψῦχος.
- καὶ ἀπὸ πνοῆς Ἰσχυροῦ δώσει πάγος,
- οἰακίζει δὲ τὸ ὕδωρ ὡς ἐὰν βούληται·