Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ῾ Υπολαβὼν δὲ Ἐλιοῦς λέγει
  1. Ἀκούσατέ μου, σοφοί
  2. ἐπιστάμενοι, ἐνωτίζεσθε·
  1. ὅτι οὖς λόγους δοκιμάζει, καὶ λάρυγξ γεύεται βρῶσιν.
  1. κρίσιν ἑλώμεθα ἑαυτοῖς,
  2. γνῶμεν ἀνὰ μέσον ἑαυτῶν ὅ τι καλόν.
  1. ὅτι εἴρηκεν Ἰώβ Δίκαιός εἰμι,
  2. ὁ κύριος ἀπήλλαξέν μου τὸ κρίμα.
  1. ἐψεύσατο δὲ τῷ κρίματί μου·
  2. βίαιον τὸ βέλος μου ἄνευ ἀδικίας.
  1. τίς ἀνὴρ ὥσπερ Ἰὼβ, πίνων μυκτηρισμὸν ὥσπερ ὕδωρ;
  1. οὐχ ἁμαρτὼν οὐδὲ ἀσεβήσας, ἤ ὁδοῦ κοινωνήσας μετὰ
  2. ποιούντων τὰ ἄνομα,
  3. τοῦ πορευθῆναι μετὰ ἀσεβῶν.
  1. μὴ γὰρ εἴπῃς ὅτι Οὐκ ἔσται ἐπισκοπὴ ἀνδρός·
  2. καὶ ἐπισκοπὴ αὐτῷ παρὰ Κυρίου.
  1. διό, συνετοὶ καρδίας, ἀκούσατέ μου
  2. Μή μοι εἴη) ἔναντι Κυρίου ἀσεβῆσαι,
  3. καὶ ἔναντι Παντοκράτορος ταράξαι τὸ δίκαιον·
  1. ἀλλὰ ἀποδιδοῖ ἀνθρώπῳ καθὰ ποιεῖ ἕκαστος αὐτῶν,
  2. καὶ ἐν τρίβῳ ἀνδρὸς εὑρήσει αὐτόν.
  1. οἴῃ δὲ τὸν κύριον ἄτοπα ποιήσειν
  2. [*](32 εστιν λογος] εισι σοι λογοι Bᵇ εστιν λογοις (sic) U+05D0* εστιν σοι λογοι U+05D0AC U+05D0c.a ⁽ᵛⁱᵈ) (postea ras σοι) εισιν σοι λογοι AC αποκριθητι] pr ο C | σε δικαίω- θηναι A 33 ει μη] ει δε μη A | σε] + σοφιαν U+05D0AC XXXIV 1 evan in C 2 ενωτιζεσθε] +το καλον U+05D0c.a (rurs del) AC 3 ους] νους A | δο- | κιμαζει λογους A | και λαρυγξ (-ρυξ C)] λαρυγξ δε A 4 εαυτων] ουτων U+05D0* (εαυτ.U+05D0c.a) A | ο τι] τι A 6 εψευσατο δε] και εψ. A | βιαιον] βιβλιον U+05D0* (βιαιον U+05D0c.a) | μου 2⁰] αυτου C 8 aμαρτων] αμαρτανων U+05D0* (-των U+05D0c.a postea restit -τανων) | η οδου] η ουδ ου B ουδε A ουδ ολως U+05D0c.a C | κοινωνήσας] +οδου A | ποιουντων] pr τω) A 9 οτι] εσται U+05D0* (οτι U+05D01) | εσται] εστιν A | αυτω] αυτου A 10 καρδια A | ενοντι κυ ειη U+05D0 | και εναντι] εναντι δε A 11 αλλα] +γαρ A | αποδιδοι] αποδοι Bᵃᵇ αποδιδωσιν A | ποιει] εποιει | om ουτων C | τριβη C 12 ατοπα ποιησειν τον κν U+05D0 | ατοπα] pr τα A | ποιη- σειν] ποιειν Cᵃ)
    584
    [*](B)
  3. ἤ ὁ παντοκράτωρ ταράξει κρίσιν,
  1. ὅς ἐποίησεν τὴν γῆν
  2. τίς δέ ἐστιν ὁ ποιῶν τὴν ὐπʼ οὐρανὸν καὶ τὰ ἐνόντα
  3. πάντα;
  1. εἰ γὰρ βούλοιτο συνέχειν, καὶ τὸ πνεῦμα παρʼ αὐτῷ κατασχεῖν,
  1. τελευτήσει πᾶσα σὰρξ ὁμοθυμαδόν,
  2. πᾶς δὲ βροτὸς εἰς γῆν ἀπελεύσεται ὅθεν καὶ ἐπλάσθη.
  1. εἰ δὲ μὴ νουθετῇ, ἄκουε ταῦτα,
  2. ἐνωτίζου φωνὴν ῥημάτων.
  1. ἴδε σὺ τὸν μισοῦντα ἄνομα καὶ τὸν ὀλλύντα τοὺς πονηρούς,
  2. ὄντα αἰώνιον δίκαιον.
  1. ἀσεβὴς ὁ λέγων βασιλεῖ Παρανομεῖς.
  2. Ἀσεβέστατε, τοῖς ἄρχουσιν·
  1. ὃς οὐκ ἐπαισχυνθῇ πρόσωπον ἐντίμου,
  2. οὐδὲ οἶδεν τιμὴν θέσθαι ἁδροῖς, θαυμασθῆναι πρόσωπα
  3. αὐτῶν.
  1. κενὰ δὲ αὐτοῖς ἀποβήσεται τὸ κεκραγέναι καὶ δεῖσθαι ἀνδρός·
  2. ἐχρήσαντο γὰρ παρανόμως, ἐκκλινομένων ἀδυνάτων.