Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἁπαλυνεῖ δὲ αὐτοῦ τὰς σάρκας ὥσπερ νηπίου,
  2. ἀποκαταστήσει δὲ αὐτὸν ἀνδρωθέντα ἐν ἀνθρώποις.
  1. εὐξάμενος δὲ πρὸς Κύριον, καὶ δεκτὰ αὐτῷ ἔσται,
  2. εἰσελεύσεται δὲ προσώπῳ ἱλαρῷ σὺν ἐξηγορίᾳ·
  3. ἀποδώσει δὲ ἀνθρώποις δικαιοσύνην.
  1. εἶτα τότε ἀπομέμψεται ἄνθρωπος αὐτὸς ἑαυτῷ λέγων Οἶα
  2. συνετέλουν;
  3. καὶ οὐκ ἄξια ἤτασέν με ὧν ἥμαρτον.
  1. σῶσον ψυχὴν μου τοῦ μὴ ἐλθεῖν εἰς διαφθοράν,
  2. καὶ ἡ ζωή μου φῶς ὄψεται.
  1. ἰδοὺ ταῦτα πάντα ἐργᾶται ὁ ἰσχυρὸς
  2. ὁδοὺς τρεῖς μετὰ ἀνδρός·
  1. ἀλλ’ ἐρὔσατο τὴν ψυχήν μου ἐκ θανάτου,
  2. ἵνα ἡ ζωή μου ἐν φωτὶ αἰνῇ αὐτόν.
  1. ἐνωτίζου, Ἰὼβ, καὶ ἄκουέ μου·
  2. κώφευσον, καὶ ἐγώ εἰμι λαλήσω.
  3. [*](U+05D0AC)[*](23 ουτων] pr εξ A | τρωσει C*ᵛⁱᵈ (-ση Cᵃ) | την καρδια B* (τη κ. Bᵃᵇ) προς] επι BᵃᵇU+05D0AC | Κυριον] pr τον A | την δε] και την A | ανοιαν] ανομιαν U+05D0c.a (postea revoc ανοιαν) C | δειξει 24 ανθεξεται] + αυτου A | πεσειν] +αυτον U+05D0c.a (postea ras) AC | τα δε οστα] και τα οστα A 25 αποκατα- στησει δε] και αποκαταστ. A | ανθρωποις] in ανθρ. ras aliq B1fort 26 ευξα- μενος δε| ευξαμενος U+05D0* ευξαμενου δε αυτου U+05D0c.a (postea restit -νος) ευξετε A και δεκτα αντω εσται] εισακουσεται αυτου U+05D0 δεκτα αυτω εσται U+05D0c.a | ιλαρω καθαρω U+05D0c.a (postea restit ιλ.) AC | αποδωσει] απο U+05D0* (αποδωσι U+05D0c.a) | αν- θρωποις] ανω A | δικαιοσυνην] την δ. αυτου A 27 απομεμψεται] απο- πεμψεται A | συνετελουμην A | ητασεν] ητοιμασεν U+05D0* (ητασεν U+05D0c.a) 28 ψυ- χην] pr την A | om μου 1⁰ U+05D0* (hab U+05D01(vid)c.c) | ελθειν] εξελθειν A | η ζωη] η δ ζωη (sic) U+05D0* (om δ U+05D0¹) η ψυχη U+05D0c.a (postea revoc η ς.) ζωη A 29 om παντα C 30 αλλ] και A | ερρυσατο AC | ζωη] ψυχη U+05D0c.a (postea restit ς.) A 31 ενωτιζου] pr υπολαβων δε δλιους λεγειl ακουσατε μου σοφοι επισταμενοι ενωτιζεσθαι το καλονl οτι ειρηκεν Ιὼβ· ιδου ταυτα πᾶ]τα εργαται ο ισχυρος·| οδους τρις μετα ανδρος του επιστρεψαι ψυχην αυτου εκ διαφθοραςl του φωτισαι αυτω εν φωτι ζωντῶ A | ενωτιζου] προσεχε A | ακουε] ακουσον A | και εγω ειμι] ινα A)
    583
  4. λάλησον, θέλω γὰρ δικαιωθῆναί σε.
[*](B)
  1. εἰ μή, σὺ ἄκουσόν μου·
  2. κώφευσον, καὶ διδάξω σε.
  1. ῾ Υπολαβὼν δὲ Ἐλιοῦς λέγει
  1. Ἀκούσατέ μου, σοφοί
  2. ἐπιστάμενοι, ἐνωτίζεσθε·
  1. ὅτι οὖς λόγους δοκιμάζει, καὶ λάρυγξ γεύεται βρῶσιν.
  1. κρίσιν ἑλώμεθα ἑαυτοῖς,
  2. γνῶμεν ἀνὰ μέσον ἑαυτῶν ὅ τι καλόν.
  1. ὅτι εἴρηκεν Ἰώβ Δίκαιός εἰμι,
  2. ὁ κύριος ἀπήλλαξέν μου τὸ κρίμα.
  1. ἐψεύσατο δὲ τῷ κρίματί μου·
  2. βίαιον τὸ βέλος μου ἄνευ ἀδικίας.
  1. τίς ἀνὴρ ὥσπερ Ἰὼβ, πίνων μυκτηρισμὸν ὥσπερ ὕδωρ;