Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- καὶ κατὰ τῶν τριῶν δὲ φίῦλων ὠργίσθη σφόδρα, διότι οὐκ ἠδυνή-
- θησαν ἀποκριθῆναι ἀντίθετα Ἰὼβ, [*](U+05D0AC)[*](33 εκουσιως U+05D0*vid (ακ. U+05D01c.ᵃ) 34 πληθους] λαου A | om μη C | ενωπιον] εναντιον A | ουτων] αστου U+05D0* (-των U+05D0c.ᵃ) | ειασα] ιασα A ασα C | θυραν] pr την U+05D0c.ᵃ Cvid την θυρα (sic) A | om κολπω κενω Cvid 35 ηδεδοκειν A | συνγραφην U+05D0A 36 επ] pr ει A | om αν A | στεφανον] pr ως A | ανεγι- νωσκον] ανεειγνωσκον A 37 συθεν] ουδεν A | χρεοφειλετου Bᵃᵇ [χρε]ιοφιλ. Cvid + μου A 39 om δε και (1°) A | μονος ανευ τιμης] om μονος U+05D0 ανευ τιμης μονος A | κυριου] κυ B* κυριου Bᵃ | εκλαβων] εκβολων A 40 om αρα A | εξελθοι μοι] εξελθη μοι A εξελθομι C XXXII 1 ετι] + δε A αντειπεν A | δκαιος εν αυτ. Ιωβ A | om ουτων C 2 ο Βουζειτης] ο του Βουζι A ο Βουζιτης C | συγγενιας A | Ραμ] Ραμα A Αραμ C | Αυσιτιδος BᵇAC | ωργισθη δε 2°] και ωργισθη A | διοτι] οτι C | εαυτον] αυτον U+05D0* (εαυ- τον U+05D0c.ᵃ) | εναντιον] εναντι U+05D0A 3 τριων δε] om δε U+05D0* (hab U+05D0c.ᵃ) δε τριων A | φιλων] + αυτου U+05D0c.ᵃ A | σφοδρα ωργισθη U+05D0 | ηδυνηθησαν] ηδυνασθησαν C | Ιωβ] pr τω U+05D0A)
- καὶ ἔθεντο αὐτὸν εἶναι ἀσεβῆ.
579
- Ἐλους δὲ ὑπέμεινεν δοῦναι ἀπόκρισιν Ἰώβ, ὅτι πρεσβύτεροι
- αὐτοῦ εἰσιν ἡμέραις.
- καὶ εἶδεν Ἐλους ὅτι οὐκ ἔστιν ἀπόκρισις ἐν στόματι τῶν τριῶν
- ἀνδρῶν,
- καὶ ἐθυμώθη ὀργῇ αὐτοῦ.
- ὑπολαβὼν δὲ Ἐλιοῦς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζείτης εἶπεν
- Νεώτερος μέν εὶμι τῷ χρόνῳ, ὑμεῖς δέ ἐστε πρεσβύτεροι·
- διὸ ἡσύχασα, φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ
- ἐπιστήμην.
- εἶπα δὲ ὅτι Οὐχ ὁ χρόνος ἐστὶν ὁ λαλῶν,
- ἐν πολλοῖς δὲ ἔτεσιν οὐκ οἴδασιν σοφίαν·
- ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς,
- πνοὴ δὲ Μαντοκράτορός ἐστιν ἡ διδάσκουσα·
- οὐχ οἱ πολυχρόνιοί εἰσιν σοφοί, οὐδʼ οἱ γέροντες οἴδασιν κρίμα.
- διὸ εἶπα Ἀκούσατέ μου, καὶ ἀναγγελῶ ὑμῖν ἃ οἶδα·
- ἐνωτίζεσθέ μου τὰ ῥήματα ὑμῶν ἀκουόντων,
- ἄχρι οὗ ἐτάσητε λόγους.
- καὶ μέχρι ὑμῶν συνήσω·
- καὶ ἰδοὺ οὐκ ἦν τῷ Ἰὼβ ἐλέγχων,
- ἀνταποκρινόμενος ῥήματα αὐτοῦ ἐξ ὑμῶν.
- ἵνα μὴ εἶπητε Εὕρομεν σοφίαν Κυρίῳ προσθέμενοι·
- ἀνθρώπῳ δὲ ἐπετρέψατε λαλῆσαι τοιαῦτα ῥήματα.
- ἐπτοήθησαν, οὐκ ἀπεκρίθησαν ἔτι,
- ἐπαλαίωσαν ἐξ αὐτῶν λόγους.
- ὑπέμεινα, οὐ γὰρ ἐλάλησα·
- ὅτι ἔστησαν, οὐκ ἀπεκρίθησαν.
580
[*](B)- ῾Υπολαβὼν δὲ Ἐλιοῦς λέγει
- Πάλιν λαλήσω· πλήρης γάρ εἰμι ῥημάτων,
- ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός·
- ἡ δὲ γαστὴρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος,
- ἤ ὥσπερ φυσητὴρ χαλκέως ἐρρηγώς.
- λαλήσω, ἳνα ἀναπαύσωμαι, ἀνοίξας τὰ χείλη·
- ἄνθρωπον γὰρ οὐ μὴ αἰσχυνθῶ·
- ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ·
- οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπα·
- εἰ δὲ μή, καὶ ἐμὲ σῆτες ἔδονται.