Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. εἰ ἐξηκολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου,
  2. εἰ καὶ ἐνκάθετος ἐγενόμην ἐπὶ θύραις αὐτῆς·
  1. ἀρέσαι ἄρα καὶ ἡ γυνὴ μου ἐτέρῳ.
  2. τὰ δὲ νήπιά μου ταπεινωθείη.
  1. θυμὸς γὰρ ὀργῆς ἀκατάσχετος, τὸ μιᾶναι ἀνδρὸς γυναῖκα·
  1. πῦρ γάρ ἐστιν καιόμενον ἐπὶ πάντων τῶν μερῶν·
  2. οὗ δ᾿ ἂν ἐπέλθῃ, ἐκ ῥιζῶν ἀπώλεσεν.
  1. εἰ δὲ καὶ ἐφαύλισα κρίμα θεράποντός μου ἢ θεραπαίνης, κρινομένων
  2. αὐτῶν πρὸς μέ·
  1. τί γὰρ ποιήσω ἐὰν ἔτασίν μου ποιῆται ὁ κύριρς;
  2. ἐὰν δὲ καὶ ἐπισκοπήν, τίνα ἀπόκρισιν ποιήσομαι;
  1. πότερον οὐχ ὡς καὶ ἐγὼ ἐγενόμην ἐν γαστρί, καὶ ἐκεῖνοι
  2. γεγόνασιν;
  3. γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ.
  1. ἀδύνατοι δέ χρείαν ἥν ποτʼ εἶχον οὐκ ἀπέτυχον.
  2. χήρας δὲ τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα