Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χειρώσασθαι,
  2. ἢ δεηθείς γε ἑτέρου, καὶ ποιήσει μοι τοῦτο.
  1. ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα,
  2. ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις.
  1. ἐγὼ δὲ ἐπέχων ἀγαθοῖς, ἰδοὺ συνήντησάν μοι μᾶλλον ἡμέραι
  2. κακῶν.
  1. ἡ κοιλία μου ἐξέζεσεν καὶ οὐ σιωπήσεται,
  2. προέφθασάν με ἡμέραι πτωχίας.
  1. στένων πεπόρευμαι ἄνευ φιμοῦ,
  2. ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς.
  1. ἀδελφὸς γέγονα σειρήνων,
  2. ἑταῖρος δὲ στρουθῶν.
  1. τὸ δὲ δέρμα μου ἐσκότωται μεγάλως,
  2. τὰ δὲ ὀστᾶ μου ἀπὸ καύματος.
  1. ἀπέβη δὲ εἰς πάθος μου ἡ κιθάρα,
  2. ὁ δὲ ψαλμός μου εἰς κλαυθμὸν ἐμοί.