Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Ἀπόλοιτο ἡ ἡμέρα ἐν ἧ ἐγεννήθην,
  2. [*](U+05D0Ac)[*](9 αλλα] αλλ U+05D0A | εις] προς A 10 ωσπερ]| pr ινα τι A | ελαλησας] pr ουτως A | ει] pr sterisc Aᵃ?ᵐᵍ | τα αγαθα] τα μεν αγ. A | τα κακα] τα δε κακα A | τουτοις πασιν A | ουδεν ημαρτεν Ιωβ] ουχ ημ. Ι. ουδε εν A | χει· λεσιν] +αυτου A 11 επελθοτα A (-θοντα |ν minio superscr] Aa) | παρε· γενοατο 1⁰] παρεγενετο U+05D0 | χωρας] πολεως A | αυτον 1⁰] + του παρακαλεσαι και επισκεψασθε αυτο) A | Ελιφαζ A | Θεμανων A | Βαλδας A | Σαυχαιων] Αυχ. A | Σωφαρ) pr και A | Μναιων Bᵇ ᵛⁱᵈA | του παρακαλεσαι] om του U+05D0* (hab ταυ U+05D0c.a) 12 ρηξαντες] + δε A | γην] +επι τας κεφαλας ουτων A ⁰ 13 παρεκαθραν] παρεκαθηντο A | om επτα 2⁰ A (hab U+05D0c.a) | om και ουδεις αυ· των ελαλησεν U+05D0 |ουτων] αυτω Bᵃᵇ | ελαλησεν] +προς αυτον λογον AC | omι γαρ U+05D0* (hab U+05D0c.a) | οωσαν δενην U+05D0 ΙΙΙ 1 μετα] pr και A | τουτο] ταυτα A 2 λεγων] pr και απεκριθη Ιωβ Α 3 εγεννηθην] εγενηθην (sic) εν αυτη Α)
    525
  3. καὶ ἡ νὺξ ἐκείνη ᾗ εἶπαν Ἰδοὺ ἄρσεν.
  1. ἡ νὺξ ἐκείνη εἴη σκότος,
  2. καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ κύριος ἄνωθεν,
  3. μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος·
  1. ἐκλάβοι δέ αὐτὴν σκότος καὶ σκιὰ θανάτου,
  2. ἐπέλθοι ἐπʼ αὐτὴν γνόφος.
  1. καταραθείη ἡ ἡμέρα ⁶καὶ ἡ νὺξ ἐκείνη,
  2. ἀπενέγκαιτο αὐτὴν σκότος·
  3. μὴ εἴη εἰς ἡμέρας ἐνιαυτοῦ,
  4. μηδέ ἀριθμηθείη εἰς ἡμέρας μηνῶν.
  1. ἀλλὰ ἡ νὺξ ἐκείνη εἴη) ὀδύνη,
  2. καὶ μὴ ἔλθοι ἐπʼ αὐτὴν εὐφροσύνη μηδέ χαρμονή·
  1. ἀλλὰ καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην,
  2. ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι