Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐξελεξάμην ὁδὸν αὐτῶν καὶ ἐκάθισα ἄρχων.
  2. καὶ κατεσκήνουν ὡσεὶ βασιλεὺς ἐν μονοζώνοις, ὃν τρόπον
  3. παθεινοὺς παρακαλῶν.
  1. νυνὶ δὲ κατεγέλασάν μου·
  2. ἐλάχιστοι νῦν νουθετοῦσίν με ἐν μέρει,¶
  3. [*](¶C)
  4. ὧν ἐξουδένουν τοὺς πατέρας αὐτῶν,
  5. οὓς οὐχ ἠγησάμην ἀξίους κυνῶν τῶν ἐμῶν νομάδων.
  1. καί γε ἰσχὺς χειρῶν αὐτῶν ἵνα τί μοι ;
  2. ἐπʼ αὐτοὺς ἀπώλετο συντέλεια.
  1. ἐν ἐνδείᾳ καὶ λιμῷ ἄγονος.
  2. οἱ φεύγοντες ἄνυδρον ἐχθές συνοχὴν καὶ ταλαιπωρίαν·
  1. οἱ περικυκλοῦντες ἅλιμα ἐπὶ ἠχοῦντι,
  2. οἵτινες ἄλιμα ἦν αὐτῶν τὰ σῖτα·
  3. ἄτιμοι δέ καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ.
  1. ἐπανέστησάν μοι κλέπται,
  1. ὧν οἱ οἶκοι αὐτῶν ἤσαν τρῶγλαι
  2. πετρῶν·
  1. ἀνὰ μέσον εὐήχων βοήσονται
  2. οἳ ὑπὸ φρύγανα ἄγρια διῃτῶντο·