Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. εὐλογία ἀπολλυμένου ἐπʼ ἐμὲ ἔλθοι,
  2. στόμα δέ χήρας με εὐλόγησεν.
  1. δικαιοσύνην δὲ ἐνδεδύκειν,
  2. ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοίδι
  1. ὀφθαλμὸς ἤμην τυφλῶν,
  2. ποὺς δὲ χωλῶν.
  1. ἐγὼ ἤμην πατὴρ ἀδυνάτων,
  2. δίκην δὲ ἣν οὐκ ᾔδειν ἐξιχνίασα·
  1. συνέτριψα δὲ μύλας ἀδίκων·
  2. ἐκ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξήρπασα.
  1. εἶπα δέ Ἡ ἡλικία μου γηράσει·
  2. ὥσπερ στέλεχος φοίνικος, πολὺν χρόνον βιώσω·
  1. ἡ ῥίζα διήνοικται ἐπὶ ὑδατος,
  2. καὶ δρόσος αὐλισθήσεται ἐν τῷ θερισμῷ μου·
  1. ἡ δόξα μου καινὴ μετʼ ἐμοῦ,
  2. καὶ τὸ τόξον μου ἐν χειρὶ αὐτοῦ πορεύεται.
[*](U+05D0AC)[*](6 εχεοντο 2°] εχειτο A 8 εκρυβησαν] + εαυτοις A | εστησαν] επανε- στησαν A 9 αδοι A (αδρ. A¹) | επιθεντες] επιτιθεντες A | στοματι] + αυτων A 10 ακουσαντες] + περι εμου A 11 ους] ωτιον C | με ιδων A 12 διεσωσας U+05D0* (-σα U+05D01c.a) | πτωχον] ο sup ras Aᵃ? | ουκ ην] ουχ υπηρχεν A 16 με ευλογησεν] με ευλογησοι U+05D0* txt [-σαν U+05D0* comn] (-σεν U+05D0c.ᵃ) ηυλογησεν με A με ηυλ. C 14 δικαιοσυνη C | δε 1°] γαρ C | ενδεδυ- κειν] εδεδοικιν U+05D0*A (-κειν) ενδεδοικιν U+05D0c.ᵃ 16 αδυνατω Bᵃ vid 17 εκ] + δε U+05D0AC | μεσων U+05D0C | των οδοντων] om των A | εξηρπασα] εξεσπασα U+05D0c.cAC 18 ειπα] ειπον A | δε] om A evan in C | η ηλικια] om η U+05D0ACvid | ωσπερ στελ. φοιν. c praec coniung A | πολυν] πολλυν δε A 19 ριζα] + μου A | εν] επι A 20 καινη] κενη BU+05D0A | μου 2°] αυτου A | πορευσεται AC)
573
  1. ἐμοῦ ἀκούσαντες προσέσχον,
  2. [*](B)
  3. ἐσιώπησαν δὲ ἐπὶ τῆ ἐμῇ βουλῆ·
  1. ἐπὶ τῷ ἐμῷ ῥήματι οὐ προσέθεντο,
  2. περιχαρεῖς δὲ ἐγίνοντο ὁπόταν αὐτοῖς ἐλάλουν·
  1. ὥσπερ γῆ διψῶσα προσδεχομένη τὸν ὑετόν, οὕτως οὗτοι τὴν
  2. ἐμὴν λαλιάν.