Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. συνήντησαν αὐτῷ ὥσπερ ὕδωρ αἱ ὀδύναι,
  2. νυκτὶ δὲ ὑφείλατο αὐτὸν γνόφος·
  1. ἀναλήμψεται δὲ αὐτὸν καύσων καὶ ἀπελεύσεται.
  2. καὶ λικμήσει αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ.
  1. καὶ ἐπιρίψει αὐτὸν καὶ οὐ φείσεται·
  2. ἐκ χειρὸς αὐτοῦ φυγῇ φεύξεται
  1. κροτήσει ἐπʼ αὐτοῦ χεῖρας αὐτῶν,
  2. καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ.
  1. Ἔστιν γὰρ ἀργυρίῳ τόπος ὅθεν γίνεται,
  2. τόπος δέ χρυσίου ὅθεν διηθεῖται·
  1. σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται,
  2. χαλκὸς δὲ ἴσα λίθῳ λατομεῖται.
  1. τάξιν ἔθετο σκότει,
  2. καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζεται·
  3. λίθος σκοτίας καὶ σκιὰ θανάτου,
  1. διακοπὴ χειμάρρου ἀπὸ κονίας·
  2. οἱ δὲ ἐπιλανθανόμενοι ὁδὸν δικαίαν ἠσθένησαν ἐκ βροτῶν.