Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐκτείνων βορέαν ἐπʼ οὐδέν,
  2. κρεμάζων γῆν ἐπὶ οὐδενός.
  1. δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ,
  2. καὶ οὐκ ἐρράγη νέφος ὑποκάτω αὐτοῦ·
  1. ὁ κρατῶν πρόσωπον θρόνου,
  2. ἐκπετάζων ἐπʼ αὐτὸν νέφος αὐτοῦ·
  1. πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος
  2. μέχρι συντελείας φωτὸς μετὰ σκότους.
  1. στύλοι οὐρανοῦ ἐπετάσθησαν, καὶ ἐξέστησαν ἀπὸ τῆς ἐπιτιμήσεως
  2. αὐτοῦ.
  1. ἰσχύι κατέπαυσεν τὴν θάλασσαν,
  2. ἐπιστήμῃ δὲ ἔστρωται τὸ κῆτος.