Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. διώρυξεν ἐν σκότει οἰκίας·
  2. ἡμέρας ἐσφράγισαν ἑαυτούς,
  3. οὐκ ἐπέγνωσαν φῶς·
  1. ὅτι ὁμοθυμαδὸν αὐτοῖς τὸ πρωὶ σκιὰ θανάτου,
  2. ὅτι ἐπιγνώσεται τάραχος σκιᾶς θανάτου.
  1. ἐλαφρός ἐστιν ἐπὶ πρόσωπον ὕδατος·
  2. καταραθείη ἡ μερὶς αὐτῶν ἐπὶ γῆς,
  1. ἀναφανείη δὲ τὰ φυτὰ αὐτῶν 19ἐπὶ γῆς ξηρά·
  2. ἀγκαλίδα γὰρ ὀρφανῶν ἥρπασαν.
  1. εἶτ᾿ ἀνεμνήσθη αὐτοῦ ἡ ἁμαρτία·
  2. ὥσπερ δέ ὁμίχηλ δρόσου ἀφανὴς ἐγένετο·
  3. ἀποδοθείη δε αὐτῷ ἃ ἔπραξεν,
  4. συντριβείη δὲ πᾶς ἄδικος ἴσα ξύλῳ ἀνιάτῳ.