Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- καὶ· ὀφθαλμὸς μοιχοῦ ἐφύλαξεν σκότος,
- λέγων Οὐ προσνοήσει με ὀφθαλμός,
- καὶ ἀποκρυβὴν προσώπου ἔθετο.
- διώρυξεν ἐν σκότει οἰκίας·
- ἡμέρας ἐσφράγισαν ἑαυτούς,
- οὐκ ἐπέγνωσαν φῶς·
- ὅτι ὁμοθυμαδὸν αὐτοῖς τὸ πρωὶ σκιὰ θανάτου,
- ὅτι ἐπιγνώσεται τάραχος σκιᾶς θανάτου.
- ἐλαφρός ἐστιν ἐπὶ πρόσωπον ὕδατος·
- καταραθείη ἡ μερὶς αὐτῶν ἐπὶ γῆς,
- ἀναφανείη δὲ τὰ φυτὰ αὐτῶν 19ἐπὶ γῆς ξηρά·
- ἀγκαλίδα γὰρ ὀρφανῶν ἥρπασαν.
- εἶτ᾿ ἀνεμνήσθη αὐτοῦ ἡ ἁμαρτία·
- ὥσπερ δέ ὁμίχηλ δρόσου ἀφανὴς ἐγένετο·
- ἀποδοθείη δε αὐτῷ ἃ ἔπραξεν,
- συντριβείη δὲ πᾶς ἄδικος ἴσα ξύλῳ ἀνιάτῳ.
- στεῖραν δὲ οὐκ εὖ ἐποίησεν, καὶ ἀγύναιον οὐκ ἠλέησεν.
566
[*](B)- Θυμῷ δὲ κατέστρεψεν ἀδυνάτους.
- ἀναστὰς τοιυαροῦν οὐ μὴ πισεύσῃ κατὰ τῆς ἑαυτοῦ ζωῆς·
- μαλακισθεὶς μὴ ἐλπιζέτω ὑγιασθῆναι, ἀλλὰ πεσεῖται ωόσῳ.
- πολλοὺς γὰρ έκάκωσεν τὸ ὕψωμα αὐτοῦ·
- ἐμαράνθη σὲ ὥσπερ μολόχη ἐν καύματι,
- ἢ ὥσπερ στάχυς ἀπὸ καλάμης αὐτόματος ἀποπεσών.
- εἰ σὲ μή, τίς ἐστιν ὁ φάμενος ψευδῆ με λέγειν, καὶ Θήσει εὶς
- οὑδὲν τὰ ῥήματά μου;
- Ὑπολαβὼν δὲ Βαλσὰς ὁ Σαυχίτης λέγει
- Τί γὰρ προοίμιον ἥ φόβος ὁ παρʼ αὐτοῦ,
- ὁ ποιῶν τὴν σύμπασον ἐν ύψίστῳ;
- μὴ γάρ τισ ὑπολάβοι ὅτι ἐστὶν παρέλκυσις πειραταῖς;
- ἔπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἕναντι Κυρίου;
- πῶς υὰρ ἔσται δίκαιος βροτὸς ἔναντι κυρίου;
- ἢ τίς ἂν ἀποκαθαρίσαι αὺτὸν γεννητὸς γυναικός;
- ἦ σελήνῃ συντάσσει, καὶ οὐκ έπιφαύσκει·
- ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ.
- ἔα δέ, ἄνθρωπος σαπρία καὶ υίὸς ἀνθρώπου ακώληξ.
- Ὑπολαβὼν δὲ Ἰὼβ λέγει
- Τίνι πρόσκεισαι ἤ τίνι μέλλεις βοηθεῖν;
- πότερον οὐχ ᾦ πολλὴ ἰσχὺς καὶ ᾦ βραχίων κραταιός ἐστιν;
- τίνι συμβεβούλενσαι; οὐχ ᾦ πᾶσα σοφία;
- τίνι ἐπακολουθήσεις; οὐχ ᾦ μευίστιη δύναμις;