Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. γνοὺς δὲ αὐτῶν τὰ ἔργα παρέδωκεν αὐτοὺς εἰς σκότος,
  2. καὶ νυκτὸς ἔσται ὡς κλέπτης.
  1. καὶ· ὀφθαλμὸς μοιχοῦ ἐφύλαξεν σκότος,
  2. λέγων Οὐ προσνοήσει με ὀφθαλμός,
  3. καὶ ἀποκρυβὴν προσώπου ἔθετο.
  1. διώρυξεν ἐν σκότει οἰκίας·
  2. ἡμέρας ἐσφράγισαν ἑαυτούς,
  3. οὐκ ἐπέγνωσαν φῶς·
  1. ὅτι ὁμοθυμαδὸν αὐτοῖς τὸ πρωὶ σκιὰ θανάτου,
  2. ὅτι ἐπιγνώσεται τάραχος σκιᾶς θανάτου.
  1. ἐλαφρός ἐστιν ἐπὶ πρόσωπον ὕδατος·
  2. καταραθείη ἡ μερὶς αὐτῶν ἐπὶ γῆς,
  1. ἀναφανείη δὲ τὰ φυτὰ αὐτῶν 19ἐπὶ γῆς ξηρά·
  2. ἀγκαλίδα γὰρ ὀρφανῶν ἥρπασαν.