Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἐθαύμασας δέ τινων πρόσωπον,
- ᾤκισας δὲ τοὺς ἐπὶ τῆς γῆς·
- χήρας δὲ ἐξαπέστειλας κενάς.
- ὀρφανοὺς δὲ ἐκάκωσας.
- τοιγαροῦν ἐκύκλωσάν σε παγίδες,
- καὶ ἐσπούδασέν σε πόλεμος ἐξαίσιος.
- τὸ φῶς σοι σκότος ἀπέβη,
- κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψεν.
- μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορᾷ,
- τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσεν;
- καὶ εἶπας Τί ἔγνω ὁ ἰσχυρός.
- ἤ κατὰ τοῦ γνόφου κρίνει;
- νεφέλη¶ ἀποκρυφῆς αὐτοῦ, καὶ οὐχ ὁραθήσεται, [*](¶C)
- καὶ γῦρον οὐρανοῦ διαπορεύεται.
- μὴ τρίβον αἰώνιον φυλάξεις ἣν ἐπάτησαν ἄνδρες δίκαιοι.
- οἳ συνελήμφθησαν ἄωροι;
- ποταμὸς ἐπιρρέων οἱ θεμέλιοι αὐτῶν·
- οἱ λέγοντες Κύριος τί ποιήσει ἡμῖν;
- ἤ τί ἐπάξεται ἡμῖν ὁ παντοκράτωρ
- ὅς δὲ ἐνέπλησεν τοὺς οἴκους αὐτῶν ἀγαθῶν,
- βουλὴ δὲ ἀσεβῶν πόρρω ἀπ᾿ αὐτοῦ,
562
[*](B)- ἰδόντες δίκαιοι ἐγέλασαν,
- ἄμεμπτος δὲ ἐμυκτήρισεν·
- εἰ μὴ ἠφανίσθη ἡ ὑπόστασις αὐτῶν,
- καὶ τὸ κατάλιμμα αὐτῶν καταφάγεται πῦρ.
- γενοῦ δὴ σκληρός, ἐὰν ὑπομείνῃς·
- εἶτ᾿ ὁ καρπός σου ἔσται ἐν ἀγαθοῖς.
- ἔκβαλε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν,
- καὶ ἀνάλαβε τὰ ῥήματα αὐτοῦ ἐν καρδίᾳ σου.
- ἐὸν δὲ ἐπιστραφῇς καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι Κυρίου,
- πόρρω ἐποίησας ἀπὸ διαίτης σου ἄδικον·
- θήσῃ ἐπὶ χώματι ἐν πέτρᾳ,
- καὶ ὡς πέτρα χειμάρρου Σωφείρ.
- ἔσται οὖν σου ὁ παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν,
- καθαρὸν δὲ ἀποδώσει σε ὣσπερ ἀργύριον πεπυρωμένον.
- εἶτα παρρησιασθήσῃ ἐναντίον Κυρίου, ἀναβλέψας εἰς τὸν οὐρανὸν
- ἱλαρῶς·
- εὐξαμένου δέ σου πρὸς αὐτὸν εἰσακούσεταί σου,
- δώσει δέ σοι ἀποδοῦναι τὰς εὐχάς·