Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. τὸ φῶς σοι σκότος ἀπέβη,
  2. κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψεν.
  1. μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορᾷ,
  2. τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσεν;
  1. καὶ εἶπας Τί ἔγνω ὁ ἰσχυρός.
  2. ἤ κατὰ τοῦ γνόφου κρίνει;
  1. νεφέλη¶ ἀποκρυφῆς αὐτοῦ, καὶ οὐχ ὁραθήσεται,
  2. [*](¶C)
  3. καὶ γῦρον οὐρανοῦ διαπορεύεται.
  1. μὴ τρίβον αἰώνιον φυλάξεις ἣν ἐπάτησαν ἄνδρες δίκαιοι.
  1. οἳ συνελήμφθησαν ἄωροι;
  2. ποταμὸς ἐπιρρέων οἱ θεμέλιοι αὐτῶν·
  1. οἱ λέγοντες Κύριος τί ποιήσει ἡμῖν;
  2. ἤ τί ἐπάξεται ἡμῖν ὁ παντοκράτωρ
  1. ὅς δὲ ἐνέπλησεν τοὺς οἴκους αὐτῶν ἀγαθῶν,
  2. βουλὴ δὲ ἀσεβῶν πόρρω ἀπ᾿ αὐτοῦ,
[*](3 ωφελεια BᵃᵇA (evan in C) + αυτω A | απωσης] απλωσης U+05D0c.aA απλωσεις C U+05D0AC ουχ] ουχι A | om εισιν A 6 δε 1ο] om U+05D0 γαρ A | αφιλου U+05D0A 8 προσ- τον] προσωπα U+05D0c.aAC | ωκισας] εκομισας A | τους επι της γης] πτωχους επι ς γης U+05D0c.aC τους επι της γης πτωχους U+05D0c.a πτωχους επι γης A 9 ορφανους και ορφανους A 11 σκοτος] pr εις U+05D0A | υδωρ σε] σε υδωρ A om σε U+05D0 om ουχι A | ναιων Bᵃᵇ (νεων B*U+05D0A)] αιων C pr και U+05D0* (om και U+05D0c.a) ορα] pr ουκ A 13 ειπα C 14 νεφελη] νεφη U+05D0 post νεφ cett sciss aunt in C | αποκρυφη U+05D0Α | διαπορευσεται A 15 επατησαν] επα- ττησαν A* (επατ. Aᵇ) 17 Κυριος...ημιν 1⁰] τι ποιησει ημιν ο κς A | επαξει 18 ος δε] οτε γε A)
562
[*](B)
  1. ἰδόντες δίκαιοι ἐγέλασαν,
  2. ἄμεμπτος δὲ ἐμυκτήρισεν·
  1. εἰ μὴ ἠφανίσθη ἡ ὑπόστασις αὐτῶν,
  2. καὶ τὸ κατάλιμμα αὐτῶν καταφάγεται πῦρ.