Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὁ δὲ τελευτῷ ὑπὸ πικρίας ψυχῆς. οὐφαγὼν οὐδὲν ἀγαθόν·
  1. ὁμοθυμαδὸν δὲ ἐπὶ γῆς κοιμῶνται,
  2. σαπρία δὲ αὐτοὺς ἐκάλυψεν.
  1. ὥστε οἶδα ὑμᾶς ὅτι τόλμῃ ἐπίκεισθέ μοι,
  1. ὥστε ἐρεῖτε Ποῦ ἐστιν οἶκος ἄρχοντος;
  2. καὶ ποῦ ἐστιν ἡ σκέπη τῶν σκηνωμάτων τῶν ἀσεβῶν;
  1. ἐραωτήσατε παραπορευομένους ὁδόν,
  2. καὶ τὰ σημεῖα αὐτῶν οὐκ ἀπαλλοτριώσετε·
  1. ὅτι εἰς ἡμέραν ἀπωλείας κουφίζεται ὁ πονηρός.
  2. εἰς ἡμέραν ὀργῆς αὐτοῦ ἀπαχθήσονται.
  1. τίς ἀπαγγελεῖ ἐπὶ προσώπου αὐτοῦ τὴν ὁδὸν αὐτοῦ;
  2. καὶ ἃ αὐτὸς ἐποίησεν, τίς ἀνταποδώσει αὐτῷ;
  1. καὶ αὐτὸς εἰς τάφους ἀπηνέχθη,
  2. καὶ αὐτὸς ἐπὶ σωρῶν ἠγρύπνησεν.
  1. ἐγλυκάνθησαν αὐτῷ χάλικες χειμάρρου.
  2. καὶ ὀπίσω αὐτοῦ πᾶς ἄνθρωπος ἀπελεύσεται,
  3. καὶ ἔμπροσθεν αὐτοῦ ἀναρίθμητοι.
  1. πῶς δὲ παρακαλεῖτέ με κενά;
  2. τὸ δὲ ἐμὲ καταπαύσασθαι ἀφʼ ὑμῶν οὐδέν.