Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ὥσπερ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθῇ,
- ἔπτη δὲ ὥσπερ φάσμα νυκτερινόν·
- ὀφθαλμὸς παρέβλεψεν, καὶ οὐ προσθήσει,
- καὶ οὐκ ἔτι προσνοήσει αὐτὸν ὁ τόπος αὐτοῦ.
- τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες,
- αἱ δέ χεῖρες αὐτοῦ πυρσεύσαισαν ὀδύναις.
- ὀστᾶ αὐτοῦ ἐνεπλήσθησαν νεότητος αὐτοῦ,
- καὶ μετʼ αὐτοῦ ἐπὶ χώματος κοιμηθήσεται.
- ἐὰν γλυκανθῇ ἐν στόματι αὐτοῦ κακία,
- κρύψει αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ,
- οὐ φείσεται αὐτῆς καὶ οὐκ ἐγκαταλείψει αὐτήν·
- καὶ συνάξει αὐτὴν ἐν μέσῳ τοῦ λάρυγγος αὐτοῦ,
- καὶ οὐ μὴ δυνηθῇ βοηθῆσαι ἑαυτῷ·
- χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ.
- πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεσθήσεται,
- ἐξ οἰκίας αὐτοῦ ἐξελκύσει αὐτὸν ἄγγελος.
557
- θυμὸν δὲ δρακόντων θηλάσειεν,
- ἀνέλοι δὲ αὐτὸν γλῶσσα ὄφεως.
- μὴ δοι ἴμελξιν νομάδων
- μηδέ νομὰς μέλιτος καὶ βουτύρου.
- εἰς κενὰ καὶ μάταια ἐκοπίασεν,
- πλοῦτον ἐξ οὗ οὐ γεύσεται
- ὥσπερ στρίφνος ἀμάσητος, ἀκατάποτος.
- πολλῶν γὰρ δυνατῶν οἴκους ἔθλασεν·
- δίαιταν δὲ ἥρπασεν, καὶ οὐκ ἔστησεν.
- οὐκ ἔστιν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσιν,
- ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ σωθήσεται.
- οὐκ ἔστιν ὑπόλιμμα τοῖς βρώμασιν αὐτοῦ,
- διὰ τοῦτο οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά.