Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ῾γπολαβὼν δὲ Σωφὰρ ὁ Μειναῖος λέγει
  1. Οὐχ οὕτως ὑπελάμβανον ἀντερεῖν σε ταῦτα·
  2. καὶ οὐχὶ συνίετε μᾶλλον ἤ καὶ ἐγώ.
[*](20 οδουσιν] οδυναις A 21 ελεησατε με (1ο)] εγγισατε μοι A | φιλοι] U+05D0AC + ελεησατε με A | εστιν η αψομενη μου A | αψενη U+05D0* (αψομενη U+05D0¹) 22 δια τι] + δε A | om και ο U+05D0* (hab U+05D0c.a) 23 om αν U+05D0* (hab U+05D0c.a) | βιβλω U+05D0 24 σιδηριω U+05D0 | και] η A | μολιβω] +η εν πετραις ενγλυφηναι Bᵃᵇ (εγγλ. Bᵇ) U+05D0A 25—26 επι γης αναστησαι c praec coniung U+05D0 : item επι γης A 26 αναστησαι] αναστησι δε U+05D0c.a (postea restit αναστησαι) A (-σει) | το δερμα μου] μου το σωμα U+05D0c.a (postea restit το δ. μου) A | αναν- τλουν] αντλουν U+05D0* (αναντλ. U+05D0c.a ) | om γαρ U+05D0 | μοι ταυτα A 27 α εγω... συνεπισταμαι c praec coniung U+05D0 | ο οφθαλμος] om ο U+05D0*ᵛⁱᵈ (hab ο U+05D0c.a) οι οφθαλμοι A | εορακεν (εωρ. BᵇC)] εορακασιν A παντα] παν U+05D0* (παντα U+05D0c.ᵃ) | συντετελεσται (συνετελεσται U+05D0* συντετ, U+05D0c.a)] συντετελεσθαι (C | κολπω] κοπω U+05D0* (κολπ. U+05D0.c.a ) 28 eναντι] εναντιον U+05D0c.aAC | ευρησομεν] ευρησον A 29 δη| δε U+05D0* (δη U+05D0c.a ) A | επικαλυμματος] pr vid κριματος U+05D0c.a (postea ras) κριματος A | ανομοις A | τοτε] ο sup ras U+05D0¹ | που εστιν ουτων η υλη] που αυτων η υλη εστιν U+05D0 οτι ουδαμου ουτων η σχυς εστιν A XX 1 evan in C | Μιναιος U+05D0A 2 υπελαμβανον] + σε ειναι και A | αντε- ρειν] αντερι U+05D0* (-ριν U+05D0c.a) | συνιετε] συνιεναι U+05D0c.a(postea συνιεται) A | om και A)
556
[*](B)
  1. παιδείαν ἐντροπῆς μου ἀκούσομαι,
  2. καὶ πνεῦμα ἐκ τῆς συνέσεως ἀποκριθήσεταί μοι.
  1. μὴ ταῦτα ἔγνως ἀπὸ τοῦ ἔτι,
  2. ἀφʼ οὖ ἐτέθη ἄνθρωπος ἐπὶ τῆς γῆς;
  1. εὐφροσύνη δὲ ἀσεβῶν πτῶμα ἐξαίσιον,
  2. χαρμονὴ δέ παρανόμων ἀπώλεια·
  1. ἐὰν ἀναβῇ εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα,
  2. ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψηται.
  1. ὅταν γὰρ δοκῇ ἤδη κατεστηρίχθαι,
  2. τότε εἰς τέλος ἀπολεῖται·
  3. οἱ δὲ εἰδότες αὐτὸν ἐροῦσιν Ποῦ ἐστιν;
  1. ὥσπερ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθῇ,
  2. ἔπτη δὲ ὥσπερ φάσμα νυκτερινόν·
  1. ὀφθαλμὸς παρέβλεψεν, καὶ οὐ προσθήσει,
  2. καὶ οὐκ ἔτι προσνοήσει αὐτὸν ὁ τόπος αὐτοῦ.
  1. τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες,
  2. αἱ δέ χεῖρες αὐτοῦ πυρσεύσαισαν ὀδύναις.