Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι,
- §ἃ ὁ ὀφθαλμός μου ἑόρακεν καὶ οὐκ ἄλλος. [*](§C)
- πάντα δέ μοι συντετέλεσται ἐν κόλπῳ.
- εἰ δὲ καὶ ἐρεῖτε Τί ἐροῦμεν ἔναντι αὐτοῦ;
- καὶ ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ·
- εὐλαβήθητε δὴ καὶ ὑμεῖς ἀπὸ ἐπικαλύμματος·
- θυμὸς γὰρ ἐπʼ ἀνόμους ἐπελεύσεται,
- καὶ τότε γνώσονται ποῦ ἔστιν αὐτῶν ἡ ὕλη.
- ῾γπολαβὼν δὲ Σωφὰρ ὁ Μειναῖος λέγει
- Οὐχ οὕτως ὑπελάμβανον ἀντερεῖν σε ταῦτα·
- καὶ οὐχὶ συνίετε μᾶλλον ἤ καὶ ἐγώ.
556
[*](B)- παιδείαν ἐντροπῆς μου ἀκούσομαι,
- καὶ πνεῦμα ἐκ τῆς συνέσεως ἀποκριθήσεταί μοι.
- μὴ ταῦτα ἔγνως ἀπὸ τοῦ ἔτι,
- ἀφʼ οὖ ἐτέθη ἄνθρωπος ἐπὶ τῆς γῆς;
- εὐφροσύνη δὲ ἀσεβῶν πτῶμα ἐξαίσιον,
- χαρμονὴ δέ παρανόμων ἀπώλεια·
- ἐὰν ἀναβῇ εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα,
- ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψηται.
- ὅταν γὰρ δοκῇ ἤδη κατεστηρίχθαι,
- τότε εἰς τέλος ἀπολεῖται·
- οἱ δὲ εἰδότες αὐτὸν ἐροῦσιν Ποῦ ἐστιν;
- ὥσπερ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθῇ,
- ἔπτη δὲ ὥσπερ φάσμα νυκτερινόν·
- ὀφθαλμὸς παρέβλεψεν, καὶ οὐ προσθήσει,
- καὶ οὐκ ἔτι προσνοήσει αὐτὸν ὁ τόπος αὐτοῦ.
- τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες,
- αἱ δέ χεῖρες αὐτοῦ πυρσεύσαισαν ὀδύναις.
- ὀστᾶ αὐτοῦ ἐνεπλήσθησαν νεότητος αὐτοῦ,
- καὶ μετʼ αὐτοῦ ἐπὶ χώματος κοιμηθήσεται.
- ἐὰν γλυκανθῇ ἐν στόματι αὐτοῦ κακία,
- κρύψει αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ,
- οὐ φείσεται αὐτῆς καὶ οὐκ ἐγκαταλείψει αὐτήν·
- καὶ συνάξει αὐτὴν ἐν μέσῳ τοῦ λάρυγγος αὐτοῦ,