Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. σάκκον ἔραψαν ἐπὶ βύρσης μου.
  2. τὸ δὲ σθένος μου ἐν γῇ ἐσβέσθη.
  1. ἡ γαστήρ μου συνκέκαυται ἀπὸ κλαυθμοῦ,
  2. ἐπὶ δὲ βλεφάροις μου σκιά·
  1. ἄδικον δὲ οὐδὲν ἦν ἐν χερσίν μου,
  2. εὐχὴ δέ μου καθαρά.
  1. γῆ, μὴ ἐπικαλύψῃς ἐφʼ αἵματι τῆς σαρκός μου.
  2. μηδὲ εἵη τόπος τῇ κραυγῇ μου.
  1. καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου,
  2. ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις.
  1. ἀφίκοιτό μου ἡ δέησις πρὸς Κύριον,
  2. ἔναντι δὲ αὐτοῦ στάζοι μου ὁ ὀφθαλμός.
  1. εἴη δὲ ἔλεγχος ἀνδρὶ ἔναντι Κυρίου,
  2. καὶ υἱῷ ἀνθρώπου τῷ πλησίον αὐτοῦ.
  1. ἔτη δὲ ἀριθμητὰ ἥκασιν,
  2. ὁδῷ δὲ ᾖ οὐκ ἐπαναστραφήσομαι πορεύσομαι.
  1. ὀλέκομαι πνεύματι φερόμενος,
  2. δέομαι δὲ ταφῆς καὶ οὐ τυγχάνω.
  1. λίσσομαι κάμνων, καὶ τί ποιήσας;
  1. ἔκλεψαν δέ μου τὰ ὑπάρχοντα ἀλλότριοι·
  2. τίς ἐστιν οὗτος; τῇ χειρί μου συνδεθήτω.
  1. ὅτι καρδίαν αὐτῶν ἔκρυψας ἀπὸ φρονήσεως,
  2. [*](U+05D0AC)[*](13 διετειλεν AC 14 την γην] om την U+05D0A | χολην] ζωην U+05D0c.a (poste revoc χλοην) A 15 om πτωμα U+05D0* (hab U+05D0c.c fort) | προς με] προς εμε επ εμε A | δυναμενοι] δυνατοι A 16 ερραψαν Bᵃ fort b U+05D0*C εριψαν U+05D0c. (postea restit ερραψ.) ερριψαν A | βυρσσης (sic) U+05D0* βυρσης U+05D0¹βυρσηU+05D0c.ᵃ⁽ᵛiᵈ)A εν γη] εις γην A | εσβεσθη] εσβεσαν A 17 συγκεκαυται Bᵇ | κλαυθμοι +μου U+05D0* (om U+05D0?) | βλεφαρων A | σκια] +θανατου U+05D0c.ᵃA 18 δε 1⁰] γαρ 19 της σαρκος | om της A | της κραυγης A μου 2⁰] cett om U+05D0* usque XVI 12 (hab U+05D0c.a ᵐᵍ inf) 20 ουρανοις (ουνοις sic A)] ουνω U+05D0c.a | om μου Io 21 η δεησις μου A | σταζοι] σταξαι A | ο οφθαλμος μου A 22 ελεγχος ο ελ. μου A | εναντι] εναντιον C | om και υιω . . . αυτου U+05D0c.a | υιω] υιος 23 ηκασιν] ηκουσιν μοι A XVII 2 ποιησας BU+05D0c.a C] ποιησω U+05D0c.c 3 αλλοτριοι τα υπαρχοντα A 4 εκρυψαν AC (.. . ψαν))
    551
  3. διὰ τοῦτο οὐ μὴ ὑψώσῃς αὐτούς.
[*](B)
  1. τῇ μερίδι ἀναγγελεῖ κακίας.
  2. ὀφθαλμοὶ δὲ ἐφʼ υἱοῖς ἐτάκησαν.
  1. ἔθοῦ δέ με θρύλημα ἐν ἔθνεσιν,
  2. γέλως δὲ αὐτοῖς ἀπέβην·
  1. πεπώρωνται γὰρ ἀπὸ ὀργῆς οἱ ὀφθαλμοί μου,
  2. πεπολιόρκημαι μεγάλως ὑπὸ πάντων.