Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἀνήρ δὲ τελευτήσας ᾤχετο,
  2. πεσὼν δὲ βροτὸς οὐκέτι ἐστίν.
  1. χρόνῳ γὰρ σπανίζεται θάλασσα,
  2. ποταμὸς δὲ ἐρημωθεὶς ἐξηράνθη.
  1. ἄνθρωπος δὲ κοιμηθεὶς οὐ μὴ ἀναστῇ
  2. ἕως ἂν ὁ οὐρανὸς οὐ μὴ συνραφῇ,
  3. καὶ οὐκ ἐξυπνισθήσονται ἐξ ὕπνου αὐτῶν
  1. εἰ γὰρ ὄφελον ἐν ᾄδῃ με ἐφύλαξας.
  2. ἔκρυψας δέ με ἕως ἂν παύσηταί σου ἡ ὀργή.
  3. καὶ τάξῃ μοι χρόνον ἐν ᾧ μνείαν μου ποιήσῃ.
  1. ἐὰν γὰρ ἀποθάνῃ ἄνθρωπος. ζήσεται.
  2. συντελέσας ἡμέρας τοῦ βίου αὐτοῦ·
  3. ὑπομενῶ ἕως πάλιν γένωμαι.
  1. εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι.
  2. τὰ δὲ ἔργα τῶν χειρῶν σου μὴ ἀποποιοῦ.
  1. ἠρίθμησας δέ μου τὰ ἐπιτηδεύματα,
  2. καὶ οὐ μὴ παρέλθῃ σε οὐδὲν τῶν ἁμαρτιῶν μου·
  1. ἐσφράγισας δέ μου τὰς ἀνομίας ἐν βαλλαντίῳ,
  2. ἐπεσημήνω δὲ εἰ τι ἄκων παρέβην.