Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. κωφεύσατε, ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ,
  1. ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν,
  2. ψυχὴν δέ μου θήσω ἐν χερί.
  1. ἐάν με χειρώσηται ὁ δυνάστης, ἐπεὶ καὶ ἦρκται,
  2. ἦ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ·
  1. καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν,
  2. οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται.
  1. ἀκούσατε, ἀκούσατε τὰ ῥήματά μου,
  2. ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων.
  1. ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου.
  2. §οἶδα ἐγὼ ὅτι δίκαιος ἀναφανοῦμαι.
  1. τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι,
  2. ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω;
  1. δυεῖν δέ μοι χυήσῃ,
  2. τότε ἀπὸ τοῦ προσώπου σου οὐ κρυβήσομαι·