Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. πότερον οὐχὶ δεινὰ αὐτοῦ στροβήσει ὑμᾶς;
  2. ὁ φόβος δὲ παρʼ αὐτοῦ ἐπιπεσεῖται ὑμῖν,
  1. ἀποβήσεται δὲ ὑμῶν τὸ ἀγαυρίαμα ἴσα σποδῷ,
  2. τὸ δὲ σῶμα πήλινον.
  1. κωφεύσατε, ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ,
  1. ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν,
  2. ψυχὴν δέ μου θήσω ἐν χερί.
  1. ἐάν με χειρώσηται ὁ δυνάστης, ἐπεὶ καὶ ἦρκται,
  2. ἦ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ·