Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἰδοὺ ταῦτα ἑόρακέν μου ὁ ὀφθαλμὸς
  2. καὶ ἀκήκοεν μου τὸ οὖς·
  1. καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε,
  2. καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν.
  1. οὐ μὴν δὲ ἀλλ᾿ ἐγὼ πρὸς Κύριον λαλήσω,
  2. ἐλέγξω δὲ ἐναντίον αὐτοῦ ἐὰν βούληται.
  1. ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι
  2. καὶ ἰαταὶ κακῶν πάντες
  1. εἴῃ δὲ ὑμῖν κωφεῦσαι,
  2. καὶ ἀποβήσεται ὑμῖν σοφία.