Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἀνακαλύπτων βαθέα ἐκ σκότους
  2. ἐξήγαγεν δὲ εἰς φῶς σκιὰν θανάτου.
  1. καταστρωννύων ἔθνη καὶ καθοδηγῶν αὐτά.
  1. διαλλάσσων καρδίας ἀρχόντων γῆς,
  2. ἐπλάνησεν δὲ αὐτοὺς ἐν ὁδῷ ἦ οὐκ ἤδεισαν·
  1. ψηλαφήσαισαν σκότος καὶ μὴ φῶς,
  2. πλανηθείησαν δὲ ὥσπερ ὁ μεθύων.
  1. ἰδοὺ ταῦτα ἑόρακέν μου ὁ ὀφθαλμὸς
  2. καὶ ἀκήκοεν μου τὸ οὖς·
  1. καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε,
  2. καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν.
  1. οὐ μὴν δὲ ἀλλ᾿ ἐγὼ πρὸς Κύριον λαλήσω,
  2. ἐλέγξω δὲ ἐναντίον αὐτοῦ ἐὰν βούληται.
  1. ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι
  2. καὶ ἰαταὶ κακῶν πάντες