Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὲὰαταστρέψῃ τὰ πάντα, τίς ἐρεῖ αὐτῷ Γί ἐποίησας;
  1. αὐτὸς γὰρ οἶδεν ἔργα ἀνόμων,
  2. ἰδὼν δὲ ἄτοπα οὐ παρόψεται.
  1. ἄνθρωπος δὲ ἄλλως νήχεται λόγοις·
  2. βροτὸς δέ γεννητὸς γυναικὸς ἴσα ἄνῳ ἐρημίτῃ.
  1. εἰ γὰρ σὺ καθαρὰν ἔθου τὴν καρδίαν σου,
  2. ὑπτιάζεις δέ χεῖρας πρὸς αὐτόν·
  1. εἰ ἄνομόν τί ἐστιν ἐν χερσίν σου,
  2. πόρρω ποίησον αὐτὸ ἀπὸ σοῦ,
  3. ἀδικία δὲ ἐν διαίτῃ σου μὴ αὐλισθήτω.
  1. οὕτως γὰρ ἀναλάμψει σου τὸ πρόσωπον ὥσπερ ὕδωρ καθαρόν,
  2. ἐκδύσῃ δὲ ῥύπον καὶ οὐ μὴ φοβηθῇς·
  1. καὶ τὸν κόπον ἐπιλήσῃ
  2. ὥσπερ κῦμα παρελθόν, καὶ οὐ πτοηθήσῃ·
  1. ἡ δὲ εὐχή σου ὥσπερ ἑωσφόρος.
  2. ἐκ δὲ μεσημβρίας ἀνατελεῖ σοι ζωή·
  1. πεποιθώς τε ἔσῃ ὅτι ἔστιν σοι ἐλπίς,
  2. ἐκ δὲ μερίμνης καὶ φροντίδος ἀναφανεῖταί σοι εἰρήνη.
  1. ἡσυχάσεις γάρ, καὶ οὐκ ἔσται ὁ πολεμῶν σε·
  2. μεταβαλόμενοι δὲ πολλοί σου δεηθήσονται.
  1. σωτηρία δὲ αὐτοὺς ἀπολείψει·
  2. ἡ γὰρ ἐλπὶς αὐτῶν ἀπώλεια,
  3. ὀφθαλμοὶ δὲ ἀσεβῶν τακήσονται.
  1. ῾γπολαβὼν δὲ Ἰὼβ λέγει
[*](U+05D0AC)[*](7 α] ων A 8 ο ουρανος] om ο U+05D0* (hab ο U+05D0c.a) C +γη δε βαθια A | βα. θυτερα δε] η βαθυτερα A 9 μετρων A | γης] + επιστασε A | ευρος A | 11 ανομων sup ras Aᵃ | ιδων] ιδον A* ᵛⁱᵈ (9 ras A?) | ατοπον A 12 λογοις αλογοις A* (improb α Aᵃ?) | om ισα A 13 εθου καθαραν U+05D0 | υπτιαζεις] υπτιασας A | χειρας] τας χ. σου A 14 ανομον...πορρω sup ras et in mg Aᵃ | αυτο] αυτον A* ᵛⁱᵈ (ο sup ras Aa) | απο σου] απ εμου U+05D0* (απο σου U+05D0c.a) 15 το προσωπον σου A | φοβηθης] φοβηθηση C 16 τον κοπον] των κοπων σου A | ου] + μη A* (improb μη Aᵃ?) 17 ανατελλει U+05D0 18 τε] δε C | om εση οτι C 19 ησυχασῃς E | μεταβαλλομενοι U+05D0* (-βαλομενοι U+05D0c.a (nisi forte fam antea) μεταβαλομενου A 20 σωτηρια δε] και σωτηρια A | απωλεια] απολειται A | τακησονται] +παρ αυτω γαρ σοφια και δυναμις· A)
541
  1. Εἶτα ὑμεῖς ἐστε ἄνθρωποι·
  2. [*](¶)
  3. ἦ μεθʼ ὑμῶν τελευτήσει σοφία.
[*](B)
  1. κἀμοὶ μὲν καρδἰα καθʼ ὑμᾶς ἐστιν.
[*](¶ C)
  1. δίκαιος γὰρ ἀνὴρ καὶ ἄμεμπτος ἐγενήθη εἰς χλεύασμα·