Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Καὶ ὡς ἐγένετο ἡ ἡμέρα αὕτη,
  2. καὶ ἰδοὺ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον
  3. τοῦ κυρίου,
  4. καὶ ὁ διάβολος ἦλθεν μετʼ αὐτῶν.
  1. καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ Πόθεν παραγέγονας ;
  2. καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ κυρίῳ εἶπεν
  3. Περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπʼ οὐρανὸν
  4. πάρεμι.
  1. καὶ εἶπεν αὐτῷ ὁ κύριος
  2. Προσέσχες τῇ δανοίᾳ σου κατὰ τοῦ παιδός μου Ἰὼβ;
  3. ὅτι οὐκ ἔστιν κατʼ αὐτὸν τῶν ἐπὶ τῆς γῆς,
  4. ἄνθρωπος ἄμεμπτος, ἀληθινός, θεοσεβής,
  5. ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.
  1. ἀπεκρίθη δὲ ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ κυρίρυ
  2. Μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν κύριον;
  1. οὐ σὺ περιἐφραξας τὰ ἔξω αὐτοῦ καὶ τὰ ἕσαν τῆς οἰκἰας αὐτοῦ
  2. καὶ τὰ ἔξω πάντων τῶν ὄντων αὐτῷ κύκλῳ;
  3. τὰ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησας,
  4. καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς.