Canticum

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Τί δψεοθε ἐν τῆ Σουμανείτιδις
  2. ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν.
  3. (2) Ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασιν,
  4. θύγατερ Ναδάβ.
  5. ὀυθμοὶ μηρῶν σου ὃμοιοι ὁρμίσκοις.
  6. ἔργον τεχνίτου.
  1. ὀμφαλός σου κρατὴρ τορευτός,
  2. μὴ ὑστερούμενος κρᾶμα·
  3. κοιλία σου θιμωνιὰ σίτου πεφραγμένη ἐν κρίνοις.
  1. δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος·
  1. ὁ τράχηλός σου ὡς πύργος ἐλεφάντινος.
  2. οἱ ὀφθαλμοί σου ὡς λίμναι ἐν Ἐσεβῶν,
  3. ἐν πύλαις θυγατρὸς πολλῶν.
  4. μυκτήρ σου ὡς πύργος τοῦ Λιβάνου
  5. σκοπεύωυ πρόσαοπον Δαμασκοῦ.
  1. κεφαλή σου ἐπὶ σέ ὡς Κάρμηλος,
  2. καὶ πλόκιον κεφαλῆς σου ὡς πορφύρα,
  3. βασύιεὺς δεδεμένος ἐν παραδρομαῖς.
  1. τί ὡραιώθης, καὶ τί ἡδύνθης,
  2. ἀγάπη, ἐν τρυφαῖς σους
  1. τοῦτο μέγεθός σου·
  2. ὡμοιώθης τῷ φοίνικι,
  3. καὶ οἱ μαστοί σου τοῖς βότρυσιν.
  1. εἶπα Ἀναβήσομαι ἐπὶ τῷ φοίνικι,
  2. κρατήσω τῶυ ὕψεωυ αὐτοῦ·
  3. καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου,
  4. καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα,
  1. καὶ ὁ λάρυγξ σου ὡς οἶνος ὁ ἀγαθός,
  2. πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύτητα,
  3. [*](U+05D0A)[*](VII 1 τι]| pr ταςπ βασιλισσσαις και ταις θυγατρασιν ο νυμφιος ταδε U+05D0 | Σουμανειτιδι]) Σουλαμιτιδι U+05D0A | ωραιωθησαν] pr τι A | Ναδαβ| Αμιναδαβ A | εργον] εργω χειρων A 2 κραματος U+05D0A | θειμωνια U+05D0 4 ο τραχηλας om ο U+05D0A | οι οφθαλμοι] om οιU+05D0A 6 ηδυνθης] ηδυνηθης U+05D0 7 ωμοιωθη ομοιωθητι U+05D0 ωμοιωθη A (c praec coniung) | βοτρσι A 8 επι] εσ A | κρατησω| pr και U+05D0* (om και U+05D0c.a) | om και 10 U+05D0* (hab U+05D0c.ᵃ ᵃ) 9 ο λαρυγξ]] om ο U+05D0A* (superscr Aᵃ?) | ο αγαθος] om ο A | πορευομενος] pr η νυμφη U+05D0)
    517
  4. ἱκανούμενος χείλεσίν μου καὶ ὀδοῦσιν.
  1. Ἐγὼ τῷ ἀδελφιδῷ μου.
  2. καὶ ἐπʼ ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ.
  1. ἐλθὲ, ἀδελφιδέ μου, ἐξέλθωμεν εἰς ἀγρόν.
  2. αὐλισθῶμευ ἐν κώμαις·
  1. ὀρθρίσωμεν εἰς ἀμπελῶνας,
  2. ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος,
  3. ἤνθησεν ὁ κυπρισμός, ἤνθησαν αἱ ῥὸαι·
  4. ἐκεῖ δώσω τοὺς μαστούς μου σοί.