Canticum

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὅλη καλὴ εἶ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί.
  2. δεῦρο ἀπὸ Λιβάνου, νύμφη, δεῦρο ἀπὸ Λιβάνου·
  3. ἐλεύσῃ καὶ διελεύσῃ ἀπὸ ἀρχῆς πίστεως.
  4. ἀπὸ κεφαλῆς Σανεὶρ καὶ Ἑρμών,
  5. ἀπὸ μανδρῶν λεόντων, ἀπὸ ὀρέων παρδάλεων.
  1. ἐκαρδίωσας ἡμᾶς, ἀδελφή μου νύμφη·
  2. ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ ὀφθαλμῶν σου,
  3. [*](1V 1 πλησιον] pr η U+05D0A | αι]| οι U+05D0* (αι U+05D0c.a) | απο] εκ U+05D0 2 αυταις] U+05D0A αυτοις A 3 το κοκκινον] om το A | ροας] pr της A 4 οικοδομημενος U+05D0ᵈ | εις] εν U+05D0* (εις U+05D0c.a) | Θαλφιωθ A | βολιδες] pr αι U+05D0 5 νεβροι] νεβλοι U+05D0c.a(?) | διδυμοι] + δι U+05D0* (improb U+05D0¹) 6 om ου A | η ημερα] om η U+05D0* (hab U+05D0c.a) | ζμυρνης U+05D0 | τον βουνον] om τον Bᵃᵇ 7 ει καλη U+05D0 | πλησιον] pr η U+05D0A 8 απο 3⁰] απ U+05D0A | Σανιειρ U+05D0 | Ερμων] Αερμων U+05D0A 9 ενι]| εν A)
    512
    [*](B)
  4. ἐν μιᾷ, ἐν θέματι τραχήλων σου.
  1. τί ἐκαλλιώθησαν μαστοί σου ἀπὸ οἴνου,
  2. καὶ ὀσμὴ ἱματίων σου ὑπὲρ πάντα ἀρώματα
  1. κηρίον ἀποστάζουσιν χείλη σου, νύμφη·
  2. μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου,
  3. καὶ ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ Λβάνου.
  1. κῆπος κεκλεισμένος ἀδελφή μου νύμφη,
  2. κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη·
  1. ἀποστολαί σου παράδεισος μετὰ καρποῦ ἀκροδρύων,
  2. κύπροι μετὰ νάρδων·
  1. νάρδος καὶ κρόκος,
  2. κάλαμος καὶ κιννάμαωμον
  3. μετὰ πάντων ξύλων τοῦ Λιβάνου,
  4. σμύρνα ἀλὼθ μετὰ πάνταον πρώτων μύρων·
  1. πηγὴ κήπου καὶ φρέαρ ὕδατος ζῶντος
  2. καὶ ῥοιζοῦντος ἀπὸ τοῦ Λιβάνου.
  1. Ἐξεγέρθητι, βορρᾶ· καὶ ἔρχου. νότε,
  2. καὶ διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματά μου.
  1. καταβήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ
  2. καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ.
  3. (¹)Εἰοῆλθον εἰς κῆπον, ἀδελφή μου νύμφη·
  4. ἐτρύγησα σμύρναν μου μετὰ ἀρωμάτων μου,
  5. ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου,
  6. ἔπιον οἶνόν μου μετὰ γάλακτός μου.
  7. φάγετε, πλησίοι, καὶ πίετε καὶ μεθύσθητε, ἀδελφοί
  1. Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου ἀγρυπνεῖ
  2. [*](U+05D0A)[*](9 μια] ενι U+05D0c.a | τραχηλου U+05D0A 10 σου 1⁰] +αδελφη μου (νου U+05D0* μου U+05D01) νυμφη| οτι εκαλλιωθησαν (-ωθη U+05D0) μαστοι σου Bᵇ⁽ᵛⁱᵈ)U+05D0A | ιματιων] μυρων U+05D0 | αρωματα] pr τα U+05D0A 13 αποστολη U+05D0c.a (-λαι U+05D0*c.a) | παραδεισος] +ροων U+05D0c.a A* (ras ρ. A?) 14 καλαμον U+05D0* (-μος U+05D0c.a) | κιναμμωμον U+05D0* (κινναμωμος U+05D0c.a) | Λιβανου] Λαβανου U+05D0*ᵛⁱᵈ | ζμυρνα U+05D0 | αλωθ] αλοη U+05D0 pr και U+05D0c.a | πρωτων] των A* (πρωτ. Aᵃ) 15 κηπου] κηπων U+05D0A | om και 1⁰ U+05D0A 16 εξεγερθητι] pr η νυμφη Aᵃ?ᵐᵍ | om και 2⁰ A V 1 καταβητω] pr η νυμφη αιτειται τον πρα ινα| καταβη ο νυμφιος αυτου U+05D0 | αυτου 1⁰] μου A | εισηλθον] pr ο νυμφιος προς την νυμφην U+05D0 pr ο νυμφιος A | κηπον 2⁰] + μου U+05D0c.aA | σμυρναν] σταφυλην U+05D0 | φαγετε] pr τοις πλησιον ο νυμφιος U+05D0 | πλησιοι] οι πλησιον μου U+05D0c.a οι πλησιον A)
    513
  3. φωνὴ ἀδελφιδοῦ μου, κρούει ἐπὶ τὴν θύραν
  4. [*](Β)
  5. Ἄνοιξόν μοι, ἀδελφή μου, ἡ πλησίον μου.
  6. περιστερά μου, τελεία μου,
  7. ὅτι ἡ κεφαλή μου ἐπλήσθη δρόσου
  8. καὶ οἱ βόστρυχοί μου ψεκάδων νυκτός.
  1. ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσωμαι αὐτόν;
  2. ἐνιψάμην τοὺς πόδας μου, πῶς μολυνῶ αὐτούς;
  1. ἀδελφιδός μου ἀπέστειλεν χεῖρα αὐτοῦ ἀπὸ τῆς ὀπῆς.
  2. καὶ ἡ κοιλία μου ἐθροήθη ἐπʼ αὐτόν.
  1. ἀνέστην ἐγὼ ἀνοῖξαι τῷ ἀδελφιδῷ μου.
  2. χεῖρές μου ἔσταξαν σμύρναν,
  3. δάκτυλοί μου σμύρναν πλήρη
  4. ἐπὶ χεῖρας τοῦ κλείθρου.
  1. ἤνοιξα ἐγὼ τῷ ἀδελφιδῷ μου,
  2. ἀδελφιδός μου παρῆλθεν·
  3. ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ·
  4. ἐζήτησα αὐτὸν καὶ οὐχ εὖρον αὐτόν,
  5. ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέν μου.
  1. εὕροσάν με οἱ φύλακες οἱ κυκλοῦντες ἐν τῇ πόλει.
  2. ἐπάταξάν με, ἐτραυμάτισάν με·
  3. ἦραν τὸ θέριστρόν μου ἀπʼ ἐμοῦ φύλακες τῶν τειχέων
  1. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ,
  2. ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ,
  3. ἐὰν εὕρητε τὸν ἀδελφιδόν μου, τί ἀπαγγείλητε αὐτῷ;
  4. ὅτι τετρωμένη ἀγάπης ἐγώ.