Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. νῦν οὗν, υἱέ, ἄκουέ μου.
  1. μακάριος ἀνὴρ ὃς εἰσακούσεταί μου,
  2. καὶ ἄνθρωπος ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει.
  3. ἀγρυπνῶν ἐπʼ ἐμαῖς θύραις καθʼ ἡμέραν,
  4. τηρῶν σταθμοὺς ἐμῶν εἰσόδων.
  1. αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς,
  2. καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου.
  1. οἱ δὲ εἰς ἐμέ ἁμαρτάνοντες ἀσεβοῦσιν τὰς ἑαυτῶν ψυχάς.
  2. καὶ οἱ μισοῦντές με ἀγαπῶσιν θάνατον.