Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι,
  2. πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων,
  1. πρὸ τοῦ ὄρη ἑδρασθῆναι,
  2. πρὸ δέ πάντων βουνῶν γεννᾶ με.
  1. Κύριος ἐποίησεν χώρας καὶ ἀοικήτους
  2. καὶ ἄκρα οἰκούμενα τῆς ὑπʼ οὐρανῶν.
  1. ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συνπαρήμην αὐτῴ,
  2. καὶ ὅτε ἀφώριζεν τὸν ἑαυτοῦ θρόνον ἐπʼ ἀνέμων·